15. Ἦν δὲ πάντων χαλεπώτατον τοιούτων ὅτε περὶ ἥβην καὶ
16. αἰδοῖα γένοιτο.
1. Καὶ χωρὶς λοιμώδους καταστάσεως, ὅταν ἐν τούτοις
2. τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται,
3. ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων
4. μορίων. διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τὸ
5. περικόψαι τὰ σεσηπότα τὴν χώραν ἐκκαίειν. οὐδὲν οὖν
6. θαυμαστὸν, τοιαύτης καταστάσεως γινομένης ὡς καὶ βραχίονα
7. καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην πλευράν τε καὶ κεφαλὴν
8. διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ
9. αἰδοῖα.