12. Ἢν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ
13. ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν
14. οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι. οἷσι
15. δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ’ ἀφανιζομένων
16. θανατώδεα γίνεσθαι.
18. Ἐῤῥέθη καὶ μικρὸν ἔμπροσθεν ἡ αἰτία τοῦ σώζεσθαι
1. μᾶλλον οἷσιν ἡ κακοχυμία διά τινος μορίου σαπέντος ἅμ’
2. ἐκείνῳ συνέπεσε τοῦ σώματος. εὔδηλον δ’ ὅτι καὶ διὰ γαστρὸς
3. καὶ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο
4. καὶ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα.