14. Φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα, χειμὼν
15. νότιος, ὑγρὸς, μαλακός.
17. Σκιῶδες εἶπεν ἐν ἴσῳ τῷ ζοφῶδες, ὅπερ σημαίνει
18. τὸ μὴ λαμπρὸν, μηδὲ καθαρὸν μηδ’ ἀκριβῶς αἴθριον.
1. εἰώθασι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ὀνομάζειν
2. σκιώδη τε καὶ σκιαρὰ πάντα τὰ πρὸς τὸ μέλαν
3. ἐκτρεπόμενα. τοῖς τοιούτοις δὲ καὶ τὸ ζοφῶδες ἐπιφέρουσιν
4. ὄνομα καὶ τὸ φαιὸν ἐγγὺς τοῦ μέλανος ὄν. εὔδηλον δ’ ὅτι
5. τοιοῦτος ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶς τοῦ νέφη πολλὰ καὶ
6. ταῦτ’ ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ
7. τὸ σκιῶδες καὶ τὸ ἐπινέφελον. ἀλλ’ ἔμαθες οὐ μόνον Ἱπποκράτει
8. τῷ τοιούτῳ τρόπῳ τῆς ἑρμηνείας χρῆσθαι οἰκεῖον
9. εἶναι, ἀλλὰ καὶ πλείστοις τῶν ἄλλων. ἐπιφέρει δὲ χειμὼν
10. νότιος ὑγρὸς μαλακός. ἔνιοι τὸν νότον οἴονται διὰ παντὸς
11. ὑγρὸν εἶναι, τὸ δ’ οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸς
12. γινόμενος ὃν προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον
13. καὶ ὁ ποιητὴς λέγει·
15. τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶς ὄμβρων ἴσμεν γινόμενον,
16. οὕτως ὠνόμασεν. ἀλλὰ κᾀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ Ἱπποκράτης
1. ἐπὶ τῆς πρώτης καταστάσεως ἔφη· γινομένης δὲ
2. τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν. ὁ μὲν
3. οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίνεται, σαφῆ
4. δ’ οὖν ἀεὶ τὴν κίνησιν ἔχει. μαλθακὸς δ’ ἄλλος ἐστὶ νότος,
5. ὃς ἀναίσθητον ἔχει τὴν κίνησιν ἐν τῷ περιέχοντι καὶ κατὰ
6. τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντὸς, ὁ
7. δὲ λευκόνοτος ἐνίοτε φαίνεται ψυχρός.