7. Πολὺ μὲν οὖν τοῖσι πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας
8. τοῦ ἦρος, παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ
9. φθινόπωρον.
11. Ἐγέννησε μὲν, ὡς ἔφην, τὴν κακοχυμίαν ἡ δυσδιάπνευστος
12. κατάστασις ὑγρὰ καὶ θερμὴ καὶ ἄπνους γενομένη.
13. κατέσχον δ’ αὐτὴν ἐν τῷ σώματι τὰ ψύχη. καθάπερ εἴρηται
14. κᾀν τῇ πρώτῃ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν.
15. εἰκότως οὖν ἤρξατο ποικίλα νοσήματα τὰ μικρὸν ἔμπροσθεν
16. εἰρημένα, νυνὶ δ’ ὁ λόγος αὐτῷ περὶ τῶν ἐρυσιπελάτων
17. ἐστί. ταῦτα γὰρ πάντων πρῶτα γενόμενα πρῶτα καὶ
18. κατὰ τὴν διήγησιν ἔγραψε. τούτων οὖν, φησὶ, τῶν ἐρυσιπελάτων
1. ἐν ἀρχῇ τοῦ ἦρος γενομένων ἔνια παρέμεινε διὰ
2. θέρους καὶ φθινοπώρου. δυνατὸν δ’ ὂν ἀκοῦσαι ἑκατέρως, τοῦ
3. παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον ἐπὶ τῶν
4. γενομένων ἐρυσιπελάτων, ἐπί τε τῶν αὐτόθεν γενομένων,
5. τὴν ὕπαρξιν παραμείνασαν ἐνίοις ἄχρι τοῦ φθινοπώρου
6. νοήσομεν τῶν τε γενομένων τὴν γένεσιν, ὡς ἄλλων μέν τινων
7. ἐν ἦρι γενομένων καὶ παυσαμένων, ἄλλων δ’ ἐν θέρει
8. γενομένων. ὡσαύτως δὲ καὶ κατὰ τὸ φθινόπωρον ἄμεινον
9. ἀκοῦσαι κατὰ τὸ δεύτερον τοῦτο σημαινόμενον. οὐ γὰρ εὔλογον
10. ἐν ἀρχῇ τοῦ ἦρος συστὰν ἐρυσίπελας ἄχρι φθινοπώρου
11. παραμεῖναι. πάντως γὰρ ἂν ἀνεῖλεν ἐν τῷ μεταξὺ
12. τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθες ἦν, ἢ δι’ αὐτῶν τῶν σηπομένων
13. μορίων ἐκκαθαρθείσης τῆς σηπεδόνος ἐπαύσατο.