5. Φωναί τε πολλοῖς ἐπεσήμαινον κακούμεναι καὶ κατειλοῦσαι.
6. πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ
7. τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.
9. Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροσθεν ἐπὶ τοῦ δωδεκάτου
10. κατὰ τὴν τάξιν ἀῤῥώστου, καθ’ ὃν οὕτως ἔφη, δεξιῷ
11. ἴλλαινεν, ὑπόπτευον ὡς παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ
12. Ἡρακλείδου υἱὸς Ἱπποκράτης, οὗ καὶ τοὺς ἀφορισμοὺς
13. καὶ τὸ προγνωστικὸν εἶναί φασι, φαίνεται συνηθεστάτοις
14. τε καὶ διὰ τοῦτο σαφέσι τοῖς ὀνόμασι κεχρημένος, ἃ καλεῖν
15. ἔθος ἐστὶ τοῖς ῥητορικοῖς πολιτικά. τὸ δ’ ἰλλαίνειν
16. οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατιλλαίνειν ἢ
17. κατιλλαίνουσαι καὶ μάλιστά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν
18. βλεφάρων λεγόμενον, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν χαρακτῆρα
1. τῆς λέξεως, ἐνεργητικὸν οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ
2. ἦν, εἴπερ ὅλως ἐπὶ τῆς φωνῆς ἐβούλετο χρήσασθαι τοιαύτῃ
3. προσηγορίᾳ, κατειλούμεναι γράφειν, οὐ κατειλοῦσαι, καὶ πολύ
4. γε βέλτιον τούτου τὸ κατιλλαινόμεναι. περὶ γὰρ τὸ ἰλλαίνειν
5. ἡ μετοχὴ κατὰ τοιοῦτον εἰρήσεται τύπον. ὀνομάζω δὲ
6. νῦν δηλονότι μετοχὴ κατὰ τὸ τῶν γραμματικῶν ἔθος, ἀδιανόητον
7. δέ ἐστιν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατειλοῦσαι,
8. καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκοῦσαι ἡμᾶς ἐθέλησαν,
9. ὡς ἐγκειμένου τοῦ ἰλλαίνειν ὀνόματος ὡς τὸ διαστρέφειν.
10. τὸ γὰρ κατειλοῦσαι τὸ διαστρέφουσαι, τὸ δὲ κατειλούμεναι
11. τὸ διαστρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα
12. φαίνεται κατὰ μίαν λέξιν γεγονότα βουλομένων ἡμῶν ἀκούειν
13. τοῦ κατειλοῦσαι, καθότι πολλοῖς τῶν ἐξηγητῶν ἔδοξεν, ὡς
14. ἀπὸ τοῦ ἰλλαίνειν γεγονότος τοῦ ὀνόματος. τὸ μὲν γὰρ
15. ἐνεργητικὸν ἰλλαίνουσαι, τὸ δὲ παθητικὸν ἰλλαινόμεναι καὶ
16. μετὰ τῆς προθέσεως κατιλλαίνουσαι. τὸ δ’ εἰλοῦσαι καὶ
17. κατειλοῦσαι παρὰ τὸ ἰλλαίνειν οὐ φαίνεται γεγονὸς,
18. ὥσπερ γε οὐδὲ τὸ εἰλούμεναι καὶ κατειλούμεναι. σπανίως
1. δὲ πάνυ παρὰ τοῖς παλαιοῖς εὑρίσκεται τὰ τοιαῦτα ῥήματά
2. τε καὶ ὀνόματα, λέγω δὲ τὸ ἰλλαίνειν καὶ τὸ ἰλλὸς ἀφ’ οὗ
3. καὶ ὁ Σώφρων δοκεῖ πεποιηκέναι τὸ συγκριτικὸν ὀνομαζόμενον
4. παρὰ τῶν γραμματικῶν, ἰλλότερον τάνκύονα. ἄμεινον
5. δ’ οὖν ἐστιν εἰπεῖν, εἴπερ τις ἐθέλοι καὶ περὶ τῶν τοιούτων
6. ἀδολεσχεῖν, οὐκ ἀπὸ τῆς ἰλλώσεως γεγονέναι τὸ κατειλοῦσαι
7. νομίζειν, ἀλλ’ ἐφ’ ἑτέρου τινὸς, ᾧ καὶ Πλάτων φαίνεται
8. καὶ Ἀντιφῶν κεχρημένος, ὁ μὲν Πλάτων ὡδί πως
9. εἰπὼν ἐν Τιμαίῳ. τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατέκαιε
10. πυρὶ τὸ θεῖον, τρωθέντος δὲ καὶ τῆς ἰκμάδος ἄξω δι’
11. αὐτοῦ φερομένης, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς
12. ἀπῄει, τὸ δὲ μικτὸν, ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον
13. μὲν ὑπὸ τῆς φθορᾶς ἔξω, μακρὸν ἐγίνετο λεπτὴν τάσιν
14. ἔχων τῷ κατακεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον
15. ὑπὸ τοῦ περιεστῶτος κρύους πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα
16. εἰλούμενον κατεῤῥιζοῦτο. φαίνεται γὰρ ἀντὶ τοῦ κατακλειόμενον
17. ἢ ἀπωθούμενον εἰς τὸ βάθος ἐνειλούμενον ἐνταῦθα
18. κεχρῆσθαι τῷ εἰλούμενον ὀνόματι, καθ’ ὃ σημαινόμενον δοκεῖ
1. καὶ ἡ λέξις ὑπ’ αὐτοῦ γεγράφθαι. γῆν δὲ τροφὸν μὲν
2. ἡμετέραν εἰλουμένην τε περὶ τὸν διὰ παντὸς λόγον τεταγμένον.
3. οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς
4. ἀληθείας ἐστὶν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῇδε
5. τῇ ῥήσει. ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ
6. πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ
7. καὶ πυκνοῦται κατὰ πολλά. ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων
8. κρατήσῃ, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος
9. εἰλούμενον καὶ ὑπὸ τῆς βίας· καὶ γὰρ καὶ οὗτος τὸ
10. κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν
11. διὰ τῆς εἰλούμενον φωνῆς. ἆρ’ οὖν καὶ κατὰ τὸ προκείμενον
12. ἡμῖν εἰς τὴν ἐξήγησιν βιβλίον, ὃ περὶ τῶν φωνῶν
13. γράψας κατειλοῦσαι, τοιοῦτόν τι σημαινόμενον ἐνδείκνυται
14. τὰς οἷον κατακλειομένας ἢ ἐνειλουμένας ἐμφαίνων, ὡς νοεῖν
15. ἡμᾶς ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν
16. λέξιν, ὡς ἐπὶ τῶν ἰσχνοφώνων φαίνεται γινόμενον, ἢ καὶ
17. τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰσχομένας ἢ ἐπεχομένας ἢ
18. βραδυνούσας ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶσαί γε βουλόμενον,
1. οὕτως ἐμπεποδίσθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡς
2. μόλις φθέγγεσθαι· καὶ μὴν καὶ παρὰ τὸν δεσμὸν, τὴν οἷον
3. δεδεμένην ἐστὶ νοεῖν εἰρῆσθαι φωνὴν ἐν τῇ προκειμένῃ
4. ῥήσει, τοῦ ποιητοῦ γε δηλοῦντος εἰρηκέναι σαφῶς ἐπὶ τῶν
5. δεσμῶν,
7. δῆλον δ’ ὅτι κᾀνταῦθα κατειλούμεναι βέλτιον ἦν, οὐ κατειλοῦσαι
8. γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάσης ἐξηγήσεως
9. ἁμάρτημα. πᾶν γὰρ ὃ ἂν ὑπόθηταί τις ἐκ τῆς κατειλοῦσαι
10. λέξεως δηλοῦσθαι, τὴν ἐνεργητικὴν διάθεσιν, οὐ παθητικὴν
11. ἐνδείκνυται καὶ κατὰ τοῦτο μάλιστ’ ἄν τις ὑποπτεύσειε
12. τὴν φωνὴν ὡς οὐκ οὖσαν Ἱπποκράτους. οὐ γὰρ
13. οὕτως ἦν ἀμαθὴς ἑρμηνείας Ἑλληνικῆς, ὡς ἁμαρτάνειν ἐν
14. αὐτῇ παισὶν ἄρτι μανθάνειν ἀρχομένοις, ἁμαρτήματα παραπλήσια.
15. φαίνεται μὲν γὰρ πάθος τι φωνῆς δηλοῦσθαι τοῦ
16. κατειλούμεναι γεγραμμένου, πρὸς τῷ κᾂν εἰ κατειλούμεναι
17. γράψαιμεν, οὐ κατὰ τὴν Ἱπποκράτους εἶναι συνήθειαν,
1. ἀήθεσι καὶ σπανίοις ὀνόμασι χρῆσθαι. τοῖς δὲ τὸ διεσταμμένον
2. δηλοῦσθαι νομίζουσιν, ὅτι καὶ τοῦτο μάχεται, κατὰ
3. τὸ προγνωστικὸν, αὐτὸς ἑρμηνεῦσαι τὸ διάστροφον βουληθεὶς
4. οὕτως ἔγραψεν. ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ
5. χεῖλος ἢ ῥὶς, ἀλλ’ ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον
6. οὔτ’ ἄλλο τι τῶν εἰρημένων οἰκείως ἂν λέγοιτο. διὸ καί
7. τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων τῶν
8. εἰρημένων καταγνόντες ἀντὶ τοῦ φωναὶ γλῶσσαι γράφουσιν,
9. ἀξιοῦντες ἀκούειν κατειλούσας γλώσσας τὰς οἷον καταδεδεμένας
10. καὶ δυσκινήτους. ἐχρῆν δ’ αὐτοὺς ὥσπερ τὸ
11. φωναὶ μετέγραψαν εἰς τὸ γλῶσσαι, οὕτως καὶ τὸ κατειλοῦσαι
12. μᾶλλον τοῦ φωναὶ μεταγράψαι εἰς τὸ κατειλούμεναι.
13. ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τοῦ κατειλοῦσαι, μηδὲν ἡμᾶς
14. μέγα, μηδ’ ἂν εὑρεθείη, μέλλοντος ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι
15. μόνον ἐν τούτῳ γενικῶς λεγόμενόν τε καὶ νοούμενον
16. ὡς γὰρ διὰ τὸ γενόμενον αὐτοῖς ἐκ τῆς κεφαλῆς ῥεῦμα
17. βλαβέντες τὰ φωνητικὰ μόρια καὶ τὰς φωνὰς ἐκακώθησαν.
18. ὅτι γὰρ ἐπὶ ταῖς ὑγραῖς καταστάσεσι καὶ θερμαῖς ἡ κεφαλὴ
1. πληρωθεῖσα ῥεύματος τοῖς κατὰ γαστέρα καὶ θώρακα
2. μέρεσιν ἐπιπέμπει χρήσιμον ἐπίστασθαι, πρῶτον μὲν αὐτοῦ
3. τοῦ διακρίνειν ἕνεκα πότερον ἄλλη τις αἰτία τὸ τοιοῦτον
4. πάθος εἰργάσατο τοῖς κάμνουσιν ἢ τῶν ἐπιδημιῶν ἐστι
5. νοσημάτων, ἔπειτα δὲ καὶ τοῦτο φυλάττεσθαι, μηδὲν παθεῖν
6. τοιοῦτον. τὰς γὰρ ἐκ τοῦ περιέχοντος βλάβας ὁ προειδὼς
7. ὅπῃ τε καὶ ὅπως γίνονται φυλάττεσθαι δυνήσεται, τὴν
8. ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούσῃ καταστάσει ποιούμενος,
9. ἀλλ’ εἰ καὶ προλέγειν ἐθέλεις τὰ γενησόμενα, καὶ γὰρ
10. καὶ τοῦτο χρήσιμον ἡμῖν ἐστιν, ὡς ἐν τῷ προοιμίῳ τοῦ
11. προγνωστικοῦ δέδεικται, καὶ κατὰ τοῦτ’ ἀσκητέον σοι τὰς
12. γινομένας ἐν τῷ σώματι διαθέσεις, ἐπὶ ταῖς τοῦ περιέχοντος
13. καταστάσεσιν ἁπάσαις ἐπίστασθαι. ἀρκεσθέντες οὖν,
14. ὡς ἔφην, τῷ βεβλάφθαι τὰς φωνὰς, ὑπερβάντες δὲ τὸ κατειλοῦσαι
15. τὸ συνεχὲς αὐτῷ θεασώμεθα. πρῶτον μὲν γάρ
16. φησι τοῖς φθινώδεσιν ἀρχομένοισι γενέσθαι τοιοῦτον σύμπτωμα,
17. μετ’ αὐτοὺς δὲ καὶ τοῖς καυσώδεσι καὶ τοῖς φρενιτικοῖς.
18. ἡγητέον οὖν τοῖς μὲν φθινώδεσι κατὰ τὸν τοῦ πάθους
1. λόγον αὐτὸ γεγονέναι, πολλαῖς μὲν καὶ ἄλλαις αἰτίαις
2. τε καὶ διαθέσεσιν ἐσομένης τῆς φθίσεως, οὐχ ἧττον δ’ ἐκείνων
3. καὶ διὰ τὸν ἐκ τῆς κεφαλῆς κατάῤῥουν, ᾧ μάλιστα ἡ
4. κάκωσις ἕπεται τῆς φωνῆς. καύσοις δὲ καὶ φρενίτισι κατὰ
5. μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωσις φωνῆς,
6. οἷα τοῖς φθινώδεσιν ἀρχομένοις. ἐπεὶ δ’ ἐν τῇ καταστάσει
7. ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶς γενομένῃ συνέβη
8. παθεῖν τὴν κεφαλὴν, ἠκολούθησε καὶ τοῖς φρενιτικοῖς καὶ
9. τοῖς καυσώδεσι τοιοῦτον σύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν,
10. οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθους ἰδίαν κατασκευήν. ξηραίνεται
11. γὰρ μᾶλλον ἐν αὐτοῖς, οὐ διαβρέχεται τὰ φωνητικὰ μόρια,
12. καθάπερ ἐν τῇ νῦν καταστάσει. καὶ τοίνυν καὶ ἡ φωνὴ
13. κλαγγώδης μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν
14. ὀργάνων γίνεται, βραγχώδης δὲ διὰ τὴν ὑγρότητα.