17. Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
18. πρὸ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα καὶ πλεῖστοι τηνικαῦτα
1. διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα
2. ξυνέπιπτε.
4. Τὴν γεγενημένην ἔμπροσθεν ἐκ τῆς τοῦ περιέχοντος
5. κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου
6. κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος
7. ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν.
8. ἄλλε τε οὖν τινὰ τούτου γενόμενα τοῦ γένους διηγήσεται
9. καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυσίπελας
10. ἤδη γράφει. ταῦτα δ’ ἦν καυσώδη τε καὶ φρενιτικὰ,
11. κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι
12. τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα
13. χωρία καὶ μάλιστ’ αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ
14. κακοχυμία΄, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ’
15. ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά.