Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.34, ed. Kühn, 1828, vol. 17a, p. 686-691. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.34


18. Ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων ἥδε. ἀρχόμενοι
1. κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξὺς, οὐδὲ
2. διψώδεες λίην, οὐδὲ παράληροι.

4. Ὅσα τοῖς καύσοις ἐγένετο συμπτώματα διὰ τὴν κατάστασιν,
5. κατὰ τὸν ἴδιον τοῦ πάθους λόγον, ταῦτ’ ἐπισημαίνεται,
6. διὸ κακῶς ἀντὶ τοῦ κωματώδεις ἔγραψαν ἔνιοι καυματώδεις.
7. ἴδιον γὰρ τοῦτο τῶν καύσων, οἷς καὶ τὸ διψῇν
8. ἀπαύστως καὶ σχεδὸν οὐδ’ ἂν ἄλλο τις ἐξαίρετον εἴπῃ γνώρισμα
9. καύσων πυρετῶν, ἀλλ’ ἐκ δυοῖν τούτων αὐτάρκως
10. συμπληροῦσθαι φαίη, δίψους ἀπαύστου καὶ θερμασίας διακαιούσης
11. αἰσθανομένων τῶν καμνόντων. ἀλλ’ ἡ τότε κατάστασις
12. ὑγρότητος πολλῆς πληρώσασα τὴν κεφαλὴν τὸ
13. κωματῶδες ἢ πᾶσιν ἢ τοῖς πλείστοις τῶν ὁπωσοῦν νοσησάντων
14. ἤνεγκε σύμπτωμα κατὰ τὴν εἰσβολὴν τοῦ νοσήματος,
15. οὔπω τῆς κακοχυμίας εἰς τοσοῦτον δριμύτητος ἡκούσης, ὡς
16. ἀγρυπνίας τε σφοδρὰς καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργάζεσθαι.
17. τὸ μὲν οὖν καῦμα σπανίως πάνυ γίνεται τοῖς
1. καύσοις πυρετοῖς, τὸ δ’ ἀσᾶσθαι πάνυ πολλάκις. οὐ μὴν
2. ἀχώριστόν γ’ ἐστὶν, ὡς τὰ προειρημένα δύο, τό τε ἄπαυστον
3. τοῦ δίψους καὶ τὸ τῆς θερμασίας διακαές. φρικώδεις γε
4. μὴν πολλάκις οἱ καυσούμενοι γίνονται, διὸ καὶ τοῦτ’ ἐπεσημήνατο.
5. τὸ δ’ ἐφεξῆς γεγραμμένον, πυρετὸς οὐκ ὀξὺς, ἔνιοι
6. μὲν ἁπλῶς γράφουσι χωρὶς τῆς ἀποφάσεως πυρετὸς ὀξὺς,
7. τινὲς δὲ μετὰ τῆς ἀποφάσεως οὑτωσὶ, πυρετὸς οὐκ ὀξὺς,
8. ἀπό τινος ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουσαν ἔχοντες
9. γραφήν· οἱ μὲν χωρὶς τῆς ἀποφάσεως, ὅτι τῶν ἀχωρίστων
10. ἐπὶ καυσώδους νοσήματος ὀξὺς πυρετὸς, ὥσπερ καὶ δίψος·
11. οἱ δὲ καὶ δι’ αὐτὸ τοῦτο γεγράφθαι λέγοντες ἅμα τῇ ἀποφάσει,
12. διότι σπάνιόν τι καὶ παράδοξον αὐτοῖς συνέβη καθάπερ
13. τὸ τοῦ κώματος οὕτω καὶ τὸ τοῦ πυρετοῦ. καὶ γὰρ
14. οὖν καὶ τούτοις ἐφεξῆς αὐτὸν γράψαι φασὶν, οὐδὲ διψώδης
15. λίην. καίτοι καὶ τοῦτο τὸ σύμπτωμα καύσων πυρετῶν ἐστιν
16. ἰδιαίτατον· εἰκὸς οὖν, ὥσπερ οὐ λίην διψώδεις ἦσαν, οὕτως
17. αὐτοὺς οὐ λίην ὀξὺ πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ’
18. Ἱπποκράτους τὸ πυρετὸς οὐ λίην ὀξὺς, ὑπὸ τοῦ πρῶτον
1. ἐκγραψαμένου σφαλέντος, ἔμεινεν ἡμαρτημένον· ἀναφύεται
2. δὲ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν σημείων,
3. εἰ γὰρ ἐγχωρεῖ ποτὲ μὴ παρόντων αὐτῶν ὅμως φυλάττεσθαι
4. τὸ τοῦ πάθους εἶδος, ἕτερα τῶν παθογνωμονικῶν
5. ἡμῖν ἔσται πιστότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν,
6. ἀλλ’ εἴπερ τοῦθ’ ὑποθοίμεθα, προσηκόντως τις ἀξιώσει μὲν
7. ἐκεῖνα παθογνωμονικὰ καλεῖν, ἃ δ’ ἔμπροσθεν ἐκαλεῖτο
8. παθογνωμονικὰ, συνεδρεύοντα· ὧν τὰ μὲν ἀχώριστ’
9. ἐστὶ καὶ ὡς ἄν τις φαίη τῆς τοῦ πάθους οὐσίας αὐτῆς
10. συνθετικά. τὰ δὲ συνεδρεύοντα τῶν ὡς τὸ πολὺ γινομένων
11. αὐτοῖς ἐστιν. εἰ οὖν ὁ κάμνων μὴ διψώδης μήτε
12. λίαν ὀξέως πυρέττων ᾖ, ἐκ τίνος ἔτι γνωρίσματος ἐροῦμεν
13. εἶναι τὸ νόσημα καῦσον; εἰ γὰρ καὶ πάνυ πολλοῖς τῶν καυσομένων
14. ἀσώδεσιν εἶναι συμβέβηκεν, ἀλλ’ οὐκ ἴδιόν γε τοῦ
15. πάθους τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὑπωσοῦν νοσησάντων
16. ἀσώδεις γίνονται. οὐδὲν γοῦν ὅπερ ἐνίοις ἔδοξε τὰς
17. τοιαύτας ἀπορίας οἰηθεῖσιν ἀποδράσασθαι καὶ ἡμῖν ἔσται
18. ῥητέον, ἐκ τῶν διαχωρουμένων μάλιστα γνωρίζεσθαι τὸν
1. καῦσον εἰποῦσιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνοις καύσοις
2. ἐκκρίνουσιν αἱ γαστέρες οὔτε σύντηξις μόνοις τούτοις, ἀλλ’
3. ἐστὶ μὲν καὶ ταῦτα συμπτώματα κακοήθη τε καὶ διακαῶν
4. πυρετῶν. ἐκκρίναντες δ’ ὅμως αὐτὰ πολλοὶ καὶ διψῶσι μετρίως
5. καὶ τὰς τοῦ πυρετοῦ θερμασίας ἀνέχονται· κατὰ δὲ
6. τὴν προκειμένην κατάστασιν οὐδὲ τοιαῦτ’ ἐγένετο διαχωρήματα·
7. κοιλίαι γὰρ, φησὶ, ταραχώδεις τοῖσι πλείστοισι τούτων,
8. διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσιν. ἔοικεν οὖν Ἱπποκράτης
9. τὸν καῦσον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψους τε καὶ τῆς
10. διακαοῦς θερμασίας, ὥσπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆς
11. παραφροσύνης. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδεις εἶεν
12. οἱ κάμνοντες ἢ μὴ πάνυ σφόδρα διακαιόμενοι, δι’ ὅλης δὲ
13. τῆς νόσου τὰ λελεγμένα εἶεν δύο συμπτώματα, καῦσος εἶναι
14. τὸ νόσημα λεχθήσεται καὶ γενήσεται μέν τις αὐτοῦ θερμότερος
15. πυρετὸς, ὡς καὶ συντήκειν τὸ σῶμα καὶ διαχωρήσεις
16. ἐργάζεσθαι χολώδεις καὶ συντηκτικάς· οὐ λεχθήσεται δὲ
17. καῦσος, ἂν μὴ διαμένοντα δι’ ὅλης ἔχῃ τῆς νόσου τὰ εἰρημένα
18. δύο μικρὸν ἔμπροσθεν, ἄπαυστόν τε τὸ δίψος, ὁπόσον
1. ἂν τύχωσι πίνοντες, ἀηδῆ τε καὶ καυσώδη καὶ ἀσώδη τὴν
2. θερμασίαν. ὡς τὸ πολὺ μὲν οὖν καὶ δίψος σφοδρότατον
3. αὐτοῖς ὑπάρχει καὶ πυρετὸς διακαέστατος· ἐν δὲ τῷ σπανίῳ
4. καθάπερ νῦν ὅ τε πυρετὸς οὐκ ἀκριβῶς ὀξὺς ἐγένετο
5. καὶ διψώδεις οὐ λίαν οἱ κάμνοντες ἦσαν, ἅπερ ἐπεσημήνατο
6. δι’ αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μηδ’ ὅλως αὐτοὺς γενέσθαι
7. παραλήρους, ἐπειδὴ καὶ τοῦτο συμπίπτει τοῖς καύσοις. ὅτι
8. δὲ μικρᾶς παραφροσύνης ἐστὶν ὄνομα τὸ παράληροι, πρόσθεν
9. εἴρηται.

Cliquer un n° de page pour en afficher l’image