9. Περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ
10. ἀφωνίη.
12. Καὶ ἡ λήθη σαφής ἐστι καὶ δέδεικται πολλάκις ἐκ τῶν
13. ὀλεθρίων οὖσα. τὴν ἄφεσιν δὲ τὴν οἷον ἔκλυσίν τε καὶ πάρεσιν
14. ἁπάντων τῶν μορίων τοῦ σώματος εἰκός ἐστι λέγειν
15. αὐτὸν, ὅταν ὁμοίως τοῖς παραλελυμμένοις ἐῤῥιμμένα φαίνηται.
16. ὅτι δ’ ὀλέθριον καὶ τοῦτ’ ἐστὶ μεμάθηκας. ὥσπερ
17. καὶ περὶ τῶν ἄλλων ἁπάντων συμπτωμάτων, ὅσα γέγραπται
18. κατὰ τὸ βιβλίον, ὡς ἐξηγεῖσθαι μόνον ἐν αὐτῷ χρὴ τὰ δοκοῦντα
1. μὴ σαφῶς εἰρῆσθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροις
2. ἀναμιμνήσκοντα μόνον, οὐ κατὰ διέξοδον διδασκαλίας αὐτῶν
3. ποιούμενον.