7. Οὖρα τὰ πολλὰ λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα.
9. Ἐν ταῖς περὶ τῶν οὔρων διηγήσεσιν εἴωθε τὰ συμβεβηκότα
10. γράψας αὐτοῖς μηκέτι προστιθέναι πότερον ἀγαθοῦ
11. τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς
12. ὧν ἐμάθομεν ἐν προγνωστικῷ καθόλου, περὶ κακίας τε καὶ
13. ἀρετῆς οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ προστεθεικέναι,
14. καίτοι προειρηκὼς αὐτὰ λεπτὰ, διότι προσέγραψεν αὐτοῖς
15. τὰ πολλά. μεμνημένος γὰρ ὅτι καὶ δι’ οὔρων πλήθους
16. αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν
17. ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ
18. χρηστόν· οὐ γὰρ ἐκκαθαίρουσα τὸ σῶμα καὶ κινοῦσα τὰ
1. λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν
2. οὔρων, ἀλλ’ ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα
3. ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας
4. τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης
5. αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης
6. ὑγρότητος ὀῤῥώδους ἐν τῷ σώματι συμπτώματ’ ἐστί. διὰ
7. τοῦτ’ οὖν αὐτοῖς προσέθηκε τὸ κρισιμὸν οὐδὲν οὐδὲ χρηστόν.
8. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων
9. αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν
10. ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν
11. ἐξορμώντων. τοιαῦτα δὲ κατὰ τὴν αὐτὴν ταύτην κατάστασιν
12. ἐγένετο καὶ διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται·
13. καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνάλογον αὐτοῖς ἦσαν.