11. Οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ’ ἄλλοισιν,
12. ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως
13. ἀπώλλυντο.
15. Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν
16. οὐδεὶς, ἀπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπόλλυσθαι
17. καταφορῇ νοθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως
18. εἰς λήθαργον αὐτοῖς γενομένης, οὕτω διαφθείρεσθαι. προειρημένου
1. δὲ τοῦ, οὐδ’ ἐξεμάνη οὐδεὶς, εὐλογώτερόν ἐστι μετὰ
2. καταφορᾶς αὐτοὺς ἀπόλλυσθαι μένοντας φρενιτικοὺς, ὅπερ
3. ἐστὶ παραφρονοῦντας, ἐν τούτῳ γὰρ μόνῳ διηνεκῶς ὑπάρχοντι
4. μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν
5. ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ. φρενῶν μὲν
6. γὰρ ἄμφω βλάβαι. τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων
7. ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν
8. οὖν οὐδὲν ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά
9. γε διαχωρούμενα τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε
10. ἅμα καὶ παραφρονοῦντας γενέσθαι, κωματώδεις
11. μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν,
12. παραφρονοῦντας δὲ, διότι σηπόμενοι δριμύτητά τε
13. καὶ θερμασίαν ἐγέννων.