6. Ὀφθαλμίαι ὑγραὶ, μακραὶ, χρόνιαι μετὰ πόνων,
7. ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντες
8. τὰς ὄψιας, ἃς σῦκα ἐπονομάζουσιν.
10. Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν
11. ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ
12. εἴωθεν ἀεὶ σχεδὸν ἐφ’ ὑγραῖς καὶ νηνέμοις γίνεσθαι
13. καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις τοῖς γυμνασίοις
14. χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κινεῖ τὸ σῶμα,
15. πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν· παχέων
16. μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν, διὰ τὸ
17. μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια
18. τά τε κατὰ τὴν γαστέρα διερχόμενα λεπτὰ καὶ τὰ οὖρά γε
1. τοιαῦτα γενόμενα· τοῦ δὲ πάχους τό τε χρονίσαι πᾶν καὶ
2. τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτων οὖν εἰκότως
3. οἷς ἐπ’ ὀφθαλμοὺς ἔῤῥεψε τὸ πλῆθος, ὑγρᾶς μὲν
4. ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων
5. ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιῤῥέοντος τοῖς
6. ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ἐκκρινόμενον ὑγρὸν ἐργάζεται τὰς
7. ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους,
8. τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς
9. ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν
10. ἐγένετο τοῦ παχέος χυμοῦ τὰς ὀδύνας εἰργάζετο.