5. Ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται.
7. Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ σώματι τὴν
8. κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ’ ἐπιλαβόντος,
9. οὐδ’ αὐτοῦ τοὺς ἐτησίας ἔχοντος, ἔτι καὶ μᾶλλον εἰς
10. ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ
11. κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γὰρ ὅτι
12. καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μέντοι πυῤῥότητος, παχείας δὲ κατὰ
13. τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν.