2. Δυσεντεριώδεες, οὐδ’ οὗτοι λίην ἐπιπόνως.
4. Ἀκόλουθον ἦν ἐπιφέρεσθαι τοῖς προειρημένοις τισὶν
5. οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ’ οὐδεὶς οὗτος, ἀλλὰ
6. τοὐναντίον μᾶλλον οἵ τ’ ἔμπροσθεν ἅπαντες οἵ τε
7. πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν.
8. μήτ’ οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα
9. πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη,
10. τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι,
11. οὗτοί τε λίην ἐπιπόνως. ἔνιοι μέντοι φασὶν εἰρῆσθαι
12. τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ πολλοὶ δυσεντεριώδεις
13. οὐκ ἐγένοντο, δηλοῦν βουλομένου τἀνδρὸς ἐκ
14. τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον.
15. ἔνιοι δ’ ὅτι τοῖς δυσεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς
16. εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως
17. ὑπ’ αὐτοῦ προστεθεῖσθαι, νοσούντων ἡμῶν τοὺς λειεντερικοὺς
18. ἐξ ἀνάγκης ἀνωδύνους εἶναι.