15. Τοῖσί τε προσφερομένοισι δυσκόλους ὑπακούοντα. καὶ γὰρ
16. αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως
17. ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ
18. καὶ μακρότερα διῆγεν.
1. Προσφερόμενα δύναται λέγειν καὶ κοινῶς ἅπαντα τὰ
2. βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ
3. καθάρσεις ὧν ἐμνημόνευσεν ἐν ἑκατέροις τάξαι δυνατόν.
4. ὅτι δ’ οὐκ ὠφελεῖ τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας εὔδηλόν
5. ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθνησκόντων,
6. ἀνωφελῆ δηλονότι πᾶσιν αὐτοῖς τὰ βοηθήματα.