9. Ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες καὶ οἱ τὰ μακρὰ νοσέοντες
10. καὶ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον
11. μάλιστα, πάντας γὰρ κοιλίην συναπήνεγκεν.
13. Καὶ ὁ καθ’ ἡμᾶς γενόμενος οὗτος ὁ μακρότατος λοιμὸς
14. ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν.
15. ἦν δὲ σύντηξις τὰ κενούμενα καὶ τοῦτ’ ἔοικεν ἀχώριστον
16. εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ,
17. καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ.