2. Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν,
3. οἷς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον. πολλοὶ
4. δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δ’
5. οἱ ὀλεθρίως ἔχοντες.
7. Καὶ τοῦτο τὸ σύμπτωμα πάντας κατέλαβε τοὺς
8. ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖς
9. πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότεροι, βιαζόμενοι
10. σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία σχεδὸν
11. ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ’ ἀποθανεῖν εἵλοντο
12. μᾶλλον ἢ προσενέγκασθαί τι. ταῦτ’ οὖν ἔοικε συμβῆναι
13. καὶ τοῖς τότε νοσήμασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ
14. καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων.