9. Οὖρα δὲ πολλὰ μὲν, τὰ δ’ ἐξιόντα ἦν οὐκ ἐκ τῶν
10. προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα.
11. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν
12. ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις
13. χρηστὴ εἶχε. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν
14. καθάρσιες χρησταὶ γενόμεναι, ἀγαθὸν ἐσόμενον· τοῖσι δὲ
15. πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους
16. καὶ ἀκρισίας.
1. Σαφῆ πάντ’ ἐστὶ τὰ εἰρημένα καὶ δεῖται μνήμης, οὐκ
2. ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν
3. λόγον ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος
4. κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ
5. διὰ γαστρὸς ἀπιόντα.