2. Διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο
3. ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι.
5. Βαρὺ κῶμα τὸ δυσδιέγερτον ἀκουστέον ἐστὶ, τό τε μικροὺς
6. καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγίνετο δὲ
7. τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς
8. ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον οἷς ἡ λεπτότης διασηπομένη.