11. Πολλὰ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων,
12. τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων,
13. ἀσωδέων, ἀκαταστάτων.
15. Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ’ ἄλλα
16. νοσήματα καὶ τὰ τῶν πυρετῶν ἤδη πλείω συνέπεσε. ἐμνημόνευσε
1. δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν,
2. τριταίων καὶ τεταρταίων· τριταίων μὲν καὶ τεταρταίων
3. ὀνομαστὶ πρῶτον, ἀμφημερινοῦ δ’ ἐν τῷ φάναι νυκτερινῶν.
4. διττῆς γὰρ οὔσης αὐτοῦ διαφορᾶς, καθόσον οἱ μὲν ἐν
5. ἡμέρᾳ παροξύνουσιν, οἱ δ’ ἐν νυκτὶ καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας
6. ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους. ὁ Ἱπποκράτης τῶν
7. τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν
8. οὖν ἔτι καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ κατὰ
9. τὸ δεύτερον, ἀῤῥώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις
10. ὅλας διηγησάμενος, οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον
11. ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετὸν, ὥσπερ
12. οὐδ’ ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν οὔτ’ ἐν τοῖς ἔμπροσθεν
13. οὔτ’ ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων ὑπέρχεταί μοι
14. περὶ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν
15. ὥσπερ προγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς
16. εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ
17. προειρημένῃ ῥήσει τὸ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ
1. τῶν συνεχῶν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτοῦ, μετὰ ταῦτα
2. κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν ὧν προειρήκει
3. καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν
4. καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι
5. καὶ τοῦ κατ’ ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο
6. τοῦ πυρετῶν εἴδη καλεῖν αὐτῶν ἅπαντα τὰ
7. κατειλεγμένα.