11. Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ
12. φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα,
13. πολλοὶ μὲν κατεκλίθησαν, οἱ δ’ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο,
14. πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν
15. κατακλιθέντων· τῶν δ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ,
16. ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον
17. κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνησκον, μακρὰ δὲ τούτων
1. οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι
2. τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι, φρικώδεα
3. δὲ πυκνὰ, πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες, ἱδρῶτες
4. ἄκαιροι, ψυχροὶ, πολλοὶ διὰ τέλεος. πολλὴ δὲ ψύξις καὶ
5. πάλιν μόλις ἀναθερμαινόμενοι, κοιλίαι ποικίλως ἐφιστάμεναι
6. καὶ πάλιν ταχὺ καθυγραινόμεναι καὶ τῶν περὶ
7. πνεύμονα πάντων διάδοσις κάτω, πλῆθος οὔρων
8. οὐ χρηστῶν, ξυντήξεες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν
9. διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσι πέπονα καὶ ὑγρὰ,
10. μετὰ πόνων δὲ, οὐ λίην, ἀλλ’ εἰ καὶ ὑπεπόνεον, αὖθις
11. πρῃέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο.
12. φάρυγγες οὐ λίην δακνώδεες, οὐδ’ ἁλμυρίδες, οὐδὲν ἠνώχλεον.
13. τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα
14. πολλὰ ἀπὸ κεφαλῆς ἦσαν κατῄει. πολὺ δὲ μέγιστον
15. κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι, τὰ περὶ
16. τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται. οὐδὲ γὰρ πότων
17. μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως.
1. Προείρηταί μοι καὶ πρόσθεν ὅτι πληρωθείσης ἐν τῇ
2. θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης
3. ἐγίνετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς
4. τὸν πνεύμονα. μέρος δ’ αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταῤῥυὲν
5. εἰς τὴν γαστέρα, τὰς κατ’ αὐτὴν ἤρξατο ταραχάς.
6. ἃ δ’ ἐφεξῆς εἴρηται περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις
7. τῶν προειρημένων ἐστίν. ὅμως δ’ οὖν κᾀγὼ περὶ
8. ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο.
9. πρῶτον δ’ ἐν αὐτοῖς ἐστι τοὺς πλείστους τῶν φθινωδῶν
10. ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος.
11. αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι καὶ ἤδη περὶ
12. ἰσημερίην βόρεια χιονώδεα. χαλεπώταται δὲ αἱ τοιαῦται
13. μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον
14. ὀλέθριον. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔφη τοῖσι φθίνουσι
15. κακὸν εἶναι. καὶ ἄλλως μὲν τὰ βόρεια τῶν κατὰ
16. θώρακα μορίων ἁπάντων εἰσὶ κακωτικά. φησὶ γοῦν αὐτὸς
17. ἐν ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας, ὀδύνας τε πλευρῶν
18. καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς
1. ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει
2. τὸ ῥεῦμα, διὸ καὶ τοῦ θέρους ὑπεῖναί φησι, τουτέστιν ἐνδοῦναι
3. καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γὰρ, ὡς αὐτὸς
4. ἔγραψε, τὸ θέρος ὑγρὸν καὶ θερμὸν, ὥσπερ αὖ πάλιν
5. ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς
6. φθινώδεσιν. αὐτὸς γὰρ ἔφη, πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν
7. βορείοις ὕδατα πολλά. τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν
8. οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα, τὸ πάχος
9. τῆς ὕλης αἰτιατέον τῆς οὐδὲν ἐχούσης, ὅσον ἐφ’ ἑαυτῇ,
10. δριμὺ καὶ θερμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ
11. σήπεσθαι. σαφέστατα δ’ αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε
12. λέξεως, φάρυγγες οὐ λίην διακνώδεες, οὐδ’ ἁλμυρῶδες οὐδὲν
13. ἠνώχλει, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ
14. ἀφρώδεα ἀπὸ κεφαλῆς εἴη. τά γε μὴν ἄλλα πάντα τὰ
15. κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.