Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.70, ed. Kühn, 1828, vol. 17a, p. 722-729. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.70


2. Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ
3. φλεγματῶδες, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπὸν,
4. λευκοφλεγματίαι, πτερυγώδεες καὶ γυναῖκες· οὕτω
5. τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
6. καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ
7. νέοισι φλεγματώδεσι, μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα
8. διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισι.

10. Τὰς ἰδέας τοῦ σώματος τῶν ἁλόντων τοῖς φθινωδικοῖς
11. νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον,
12. ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ
13. ἐπὶ παιδίων, δηλονότι τοῦ λόγου γιγνομένου. ταῦτα γὰρ ἀεὶ
14. θερμὰ διὰ τὴν ἡλικίαν, ἀλλ’ ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς
15. περὶ κράσεως ἐνδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χρόα, καὶ
16. θαυμάζω διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον
17. εἰπὼν. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται τὸ ὑπέρυθρον.
18. ἔμαθες γὰρ ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κράσιν
1. ἐνδείκνυται. τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ
2. τὴν ψυχρὰν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι
3. πρόδηλοι δή που ψυχρᾶς κράσεως ὄντες, εἴ τι
4. ἐπιμεμνήμεθα τῶν ἐν τοῖς περὶ κράσεως εἰρημένων. ἔστι
5. δ’ αὐτοῖς μαλακὴ καὶ ὕποδός πως ἡ σὰρξ ἐγγὺς τῇ τῶν
6. ἑαλωκότων ὑδέρῳ τῷ λευκῷ φλεγματίᾳ καλουμένῳ. οὕτω
7. μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φλεγματώδεις
8. δ’, ὡς ἔμαθες, κακοχύμου. καὶ μὴν καὶ περὶ τῶν
9. χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων
10. ἔμαθες ἐν τοῖς περὶ κράσεως ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν
11. ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου
12. τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων
13. ἐναργῶς ἐπὶ τῶν προειρημένων· πρῶτον μὲν γὰρ τοὺς χαροποὺς
14. λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι
15. χρὴ τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντας, ἔνθα
16. φησίν·

1. Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.

2. εἶτα θεασάμενον πολλοὺς λέοντας οὕτω παραθέσθαι τῇ
3. μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ’ ἀνθρώπων ἰδόντα,
4. δύνασθαι ῥᾳδίως γνωρίσαι· κᾀπειδὰν φαίνωνται τοιοῦτοι
5. καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν
6. εἶναι φάναι· μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην
7. ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ ἅμα τῇ ψυχροτέρᾳ κράσει
8. ἔταξε τὸ χαροπὸν, εἶθ’ ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς
9. ἑτέρους τούτων ὄντας, καίτοι φανερῶς οὗτοι θερμῆς καὶ
10. ξηρᾶς κράσεως εἰσί. ἀλλὰ καὶ μέντοι καὶ τὰ γεγραμμένα
11. πάθη μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ
12. τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους,
13. τοὺς δ’ ἐρυθροὺς θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς
14. θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε
15. πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν. καὶ
16. τοῦτο μὲν κοινὸν ἁπάντων γενέσθαι τῶν νοσημάτων,
17. Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.
1. ἁλῶναι δὲ καθέκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν,
2. ἄλλον ἄλλῳ, διαῤῥοίαις τε καὶ δριμέσι διαχωρήμασι
3. καὶ λιπαροῖς, τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν προγνωστικῷ
4. καὶ τὰς λιπαρότητάς τε τὰς ἄνω ἐφισταμένας
5. ἀραχνοειδέας, μέμφεσθαι, συντήξεως γὰρ σημεῖον. οἱ μὲν
6. οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν,
7. ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν· οἱ δ’
8. ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν
9. ἔχοντες αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν
10. εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς
11. ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γὰρ ὅτι διτταί τινές εἰσιν,
12. ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων, ἑτέρα διαφορὰ,
13. πολλοῦ δ’ αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν
14. φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι
15. μόνον ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας
16. εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς ἁλωτοὺς οὔσας μήτε χολώδεσι
17. παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι
18. καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπποκράτους,
1. εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον,
2. τὸ φλεγματῶδες, τὸ ὑπέρυθρον, ἀναμίξαντος δὲ τῷ
3. λόγῳ καὶ τοὺς χαροποὺς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι
4. τὸ λελεγμένον. εὔλογον ἦν οὐ χαροποὺς, ἀλλὰ γλαυκοὺς
5. μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς
6. δὲ ὑγρᾶς, τοὺς δ’ ἅμα τε ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως,
7. ὦν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατιθέντες
8. γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς
9. ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους
10. δ’ οὐκέθ’ ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ’ ἔδοξεν
11. ἄξιον ζητήσεως τὸ περὶ τῆς χαροπῶν ὀφθαλμῶν χροιᾶς.
12. τῶν δ’ ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν
13. αὐτοῖς δὲ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ
14. ζητῆσαι τὴν αἰτίαν παριεῖσι. οἱ δ’ Ἱπποκράτειοι τινὲς μὲν
15. θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπὸν, οἱ δὲ
16. ξηρᾶς, εἰσὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν.
17. ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον, τὸ δὲ χαροπὸν
18. πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν, οὔτε τὸν λογισμὸν
1. εἰπόντι δι’ ὃν τοῦτο ἔγραψεν, οὔθ’ ὅτι τἄλλα μεθ’
2. ὧν γέγραπται τοῦτο, πάντ’ ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας
3. κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ γλαυκοῦ
4. τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ
5. προσηγορίᾳ; τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν
6. κοινῷ προκείσθω σκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως
7. ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα
8. τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ
9. τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάθεσιν τοῦ θώρακος.
10. ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ’ εἰκός
11. ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτου θερμότητι.
12. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος
13. τοῦ Ἱπποκράτους ἐπισκέψασθαι καὶ γυναῖκες οὕτως
14. ἄξιον πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη
15. καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως
16. τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν ἤ καὶ χωρὶς τοῦ
17. ταῦτ’ ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς
18. γυναιξὶν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, ὥσθ’
1. ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο,
2. τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ κοινήν. ἐμοὶ
3. δ’ οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους
4. τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει, διὰ
5. τὴν κοινὴν αὐτῶν κρᾶσιν, ἐξαιρέτως τε παθεῖν αὐτὰς ὅσαι
6. τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας, ἐφεξῆς
7. δ’ εἰρηκότος αὐτοῦ τὸν μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι
8. μάλιστα καύσοις τε καὶ φρενίτισιν. ἀναμνησθῶμεν ὧν
9. ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα πολὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν
10. ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε
11. τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν ἠθροικότων πολλὴν, ἀλλὰ
12. τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς, εἰκότως
13. δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν
14. καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ’ εἰρηκὼς τοῖς
15. φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς
16. τὸ τῆς ἡλικίας αὐτοῖς ἔφη, τεινεσμοὶ νέοισι φλεγματώδεσιν,
17. ὡς οὐ μόνης τῆς φυσικῆς κράσεως γενομένης ἐπιτηδείου
1. πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ
2. καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες
3. φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ
4. πρὸς τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα
5. βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον, ἐπὶ τὴν ἀπόκρισιν
6. ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας
7. ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις
8. ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος, ἐμπλάττεται γὰρ
9. τοῖς σώμασι παχὺ καὶ γλίσχρον ὂν, οὐχ ὥσπερ ξανθὴ χολὴ
10. ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν
11. ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἷναι τὰ διαχωρούμενα
12. διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην
13. χολὴν, λιπαρὰν δὲ σύντηξιν, ἐφ’ οἷς διαχωρήμασι
14. μακρὰς διαῤῥοίας γενέσθαι, διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης
15. κακοχυμίας.

Cliquer un n° de page pour en afficher l’image