Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.71, ed. Kühn, 1828, vol. 17a, p. 729-736. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.71


18. Ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ
19. καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον καὶ ἐλάχιστοι
1. ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα
2. πάλιν ἔθνησκον οἱ πολλοὶ τεταρταῖοι.

4. Τῆς ἠθροισμένης κακοχυμίας εἰς τὸ βάθος τοῦ σώματος
5. ἀπωσθείσης, ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, ἣν
6. ἔν τε τοῖς ὑστάτοις τοῖ χειμῶνος καὶ τοῖς πρώτοις τοῦ
7. ἦρος ἔσχεν, εἰκότως μάλιστα μὲν τοῖς φθινώδεσιν, ὡς ἔμπροσθεν
8. εἶπεν, ἤδη δὲ καὶ τοῖς ἄλλοις συνέβη κατὰ τὸ ἔαρ
9. ἀπόλλυσθαι, τοῦ δὲ θέρους αἰθρίου γενομένου καὶ ξηροῦ
10. πάντας κουφισθῆναι, πάλιν δὲ περὶ ἀρκτοῦρον εἰς ὑγρότητα
11. μεταβάλλοντος τοῦ περιέχοντος εὐλόγως ἐν ὅλῳ τῷ φθινοπώρῳ
12. μέχρι δύσεως πλειάδος ἀπέθνησκον πολλοὶ τεταρταῖοι,
13. ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης καταστάσεως. ἔνια μὲν τῶν
14. ἀντιγράφων προσγεγραμμένα τὸ τετάρτῃ, τινὰ δὲ τὸ τεταρταῖοι,
15. τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ Δ γράμμα, ὃ μεῖζον
16. τῶν ἄλλων γραμμάτων ἐστὶν, ἔνια δ’ οὐδ’ ὅλως οὐδὲν
17. ἔχει προγεγραμμένον. ὅσοι μὲν οὖν μετὰ τοῦ ι΄ γράφουσι
18. τὸ τετάρτῃ συνεμφαίνοντες αὐτὸ κατὰ δοτικὴν πτῶσιν εἰρῆσθαι,
1. τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγησιν, ἀπέθνησκον
2. πολλοὶ τῇ δ΄ τῶν ἡμερῶν, ὅσοι δὲ ἄνευ τοῦ ι΄ προσγραφῆναι
3. αὐτῷ, βούλονται παραπλησίαν εἶναι ταῖς ἔμπροσθεν
4. εἰρημέναις ἐν τῷ α΄ τῶν ἐπιδημιῶν βιβλίῳ καὶ δ΄ ὑπάρχειν
5. τὴν κατάστασιν ταύτην, συναριθμουμένων αὐτῇ δηλονότι
6. τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ τριῶν καταστάσεων. ἐν οἷς δ’
7. ἀντιγράφοις ἀντὶ τοῦ τετάρτῃ δ΄ μόνον προσγέγραπται,
8. ταὐτὸ μὲν σημαίνεται τῷ τετάρτῃ, παραπλησίως δὲ
9. τοῖς γραφεῖσιν ὑπὸ τοῦ Παμφίλου τοῦ Μνήμονος χαρακτῆρσι
10. καὶ αὐτὸ φαίνεται συμβολικῶς ἐπιτηδεύεσθαι καὶ ταύτην
11. γε μόνην τὴν γραφὴν ἴσασιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν.
12. ἔνιοι δὲ φυγεῖν ταῦτα βουλόμενοι μεταγράψαντες ἐποίησαν
13. τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτως ἔχειν βουλόμενοι καὶ ὑπὸ
14. πλειάδα πάλιν ἔθνησκον πολλοὶ τεταρταῖοι. καὶ ὅ γε
15. Καπίτων ταύτην μόνην ἐν τοῖς ἰδίοις ἀντιγράφοις ἐποιήσατο
16. τὴν γραφήν. ἔοικε δὲ ψεῦδός τι δηλοῦν, ἄν τ’ ἐπὶ
17. τῶν νοσούντων, ἄν τ’ ἐπὶ τῶν πυρετῶν ἀκούῃ τις τὸ μὲν
18. οὖν ἐπὶ τῶν νοσούντων ἄντικρυς ἀπίθανον. οὐ γὰρ εἰκὸς
19. ἦν ἐπὶ τῇ προκειμένῃ διαθέσει τοῦ χυμοῦ οὕτως ὀξείας
1. γενέσθαι τὰς νόσους, ὡς τεταρταίους ἀποθνήσκειν τοὺς νοσοῦντας.
2. τὸ δ’ ἐπὶ τῶν πυρετῶν πιθανὸν, ὅτι τε πολλῷ
3. χρόνῳ κατωπτημένης τῆς παχείας ὕλης εἰκὸς ἦν εἰς μελαγχολικὸν
4. περίττωμα μετάπτωσιν γενέσθαι καὶ ὅτι τοῦ ἔτους
5. ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ’ οὐκ ἂν ἀπέθνησκον πολλοὶ
6. τεταρταίων πυρετῶν πλεονασάντων· καὶ γὰρ ἡμεῖς ἀκίνδυνον
7. ἴσμεν ὅσον ἐφ’ ἑαυτῷ τὸν πυρετὸν τοῦτον, ὡς ὁ Ἱπποκράτης
8. ἀπεφήνατο περὶ αὐτοῦ.

9. Μετὰ τὴν λοιμώδη κατάστασιν ἀῤῥώστων ἐστὶν ἑκκαιδέκα
10. διήγησις ἄχρι τοῦ τέλους τῆς βίβλου. κᾄπειτα προσγέγραπταί
11. τινα περὶ ὧν ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁ Διοσκορίδης,
12. ἀξιῶν αὐτὰ μετὰ τὴν κατάστασιν εὐθέως γεγράφθαι·
13. καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ τῷ χωρίῳ
14. τοῦ συγγράμματος ἔταξεν αὐτὰ καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν
15. ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες ὡς φαίνεταί
16. μοι καὶ ταῦτα προγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς
17. ὁ Ἱπποκράτης γεγραφέναι· δοκεῖ δέ μοι κατὰ λόγον προσωφελῆσαι
1. τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν
2. ἐπιστὰς λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγινόμενον.
3. θέρος δὲ οὐκ εὐσταθῶς ἐγένετο. καὶ γὰρ ἐξαίφνης θερμὸν
4. καὶ νότιον καὶ ἄπνουν, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν
5. ἀναλλάξαν ὠφελῆσαι. ἀναμνησθῶμεν δὲ ἃ περὶ τοῦ
6. θέρους ἐν τῇ τῆς καταστάσεως διηγήσει γέγραπται κατὰ
7. λέξιν ὧδε. θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτήσια
8. μικρὰ διεσπασμένως ἔπνευσαν. εἰκότως οὖν ἐμετρίασεν
9. ἐν τῷ θέρει τὰ νοσήματα κατὰ πλεονεξίαν τῶν, ὡς εἴρηται,
10. γεγονότων χυμῶν, συστάντα δ’ ἐν ἀρχῇ μάλιστα τοῦ
11. ἦρος, ἐπεὶ ψυχρὸν γενόμενον ἀπέστρεψεν εἰς τὸ βάθος τοῦ
12. σώματος τοὺς χυμούς. αὐχμηρὸν γὰρ καὶ θερμὸν τὸ θέρος
13. ἐπιγενόμενον εἵλκυσέ τε ἅμα πρὸς τὸ δέρμα τὴν κακοχυμίαν,
14. καίτοι καὶ διεφόρησεν αὐτῆς οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺς
15. ἐτησίους ἐσχήκει πνέοντας, ἀκριβῶς ἂν ἡ νοσώδης ἐν τῷ
16. σώματι τῶν τότε ἀνθρώπων διάθεσις ἐξεκέκοπτο. παραμένοντος
17. δ’ αὐτῆς μέρους τινὸς, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοις
18. πολλῶν ὑδάτων γενομένων, ἐπεσχέθησάν τε πάλιν οἱ
1. λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸς τὸ βάθος τοῦ σώματος
2. ἀπεώσθησαν, ἐκ τούτου δὲ νοσεῖν αὖθις ἤρξαντο καὶ ἀποθνήσκειν
3. πολλοί. διὰ τοῦτ’ οὖν τὸ θέρος ὠφέλησέ τι τοὺς
4. τότε πάσχοντας, οὐχ ὅτι τὰς ἐν χειμῶνι νόσους ἀρξαμένας
5. εἰκός ἐστι παύεσθαι θέρους. ἀληθὲς μὲν γὰρ, ὥσπερ γε
6. καὶ τὰς θερινὰς χειμῶνι γενομένας ἐν θέρει λύεσθαι, τὰς
7. δ’ ἐν θέρει γεννηθείσας ἐν χειμῶνι. θερινὰς γὰρ καὶ
8. χειμερινὰς νόσους ἀκούειν σε χρὴ τὰς ἐν τῷ κατὰ
9. φύσιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομένας·
10. οὕτως γὰρ εἶπεν αὐτὸς ἐν ἀφορισμοῖς. νοσήματα δὲ
11. πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι καὶ γίγνεται καὶ παροξύνεται,
12. μᾶλλον δὲ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίνεται καὶ
13. παροξύνεται. κᾄπειθ’ ἑξῆς τίνα μὲν ἦρι πλεονάζει νοσήματα,
14. τίνα δ’ ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν,
15. ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντος
16. κρᾶσιν· ὡς ἐάν γε τοῦ ἦρος τῆς αὐτῆς ἡμέρης
17. ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα
18. προσδέχεσθαί φησιν· οὐ γὰρ αἱ προσηγορίαι τῶν
1. ὡρῶν, ἀλλ’ αἱ κράσεις αἴτιαι τῆς ἰδέας τῶν νοσημάτων εἰσίν.
2. ὅταν οὖν ὑπαλλαχθῶσιν αὐταὶ καὶ τὰς νόσους αὐταῖς
3. συμμεταβάλλειν ἀναγκαῖόν ἐστιν. ἡ δέ γε προκειμένη ῥῆσις
4. ἀξιοῖ τὰς ἐν χειμῶνι γεγονυίας νόσους ἐν θέρει παύεσθαι,
5. κᾂν μοχθηρὸν τῇ κράσει γένηται τὸ θέρος. οἷον ἐν
6. Κρανῶνι γενόμενόν ποτε εὐθέως ἄνθρακας ἐγέννησεν. εἰ
7. δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτο, πλείστους ἂν διεφθάρκει
8. τὸ πλῆθος τῶν μοχθηρῶν τε καὶ διασηπομένων χυμῶν, αὐξῆσάν
9. τε καὶ προδιασῆψαν, ὥστε καὶ ψεῦδος εἶναι φαίνεται
10. καὶ παρὰ τὴν Ἱπποκράτους γνώμην τὸ τὰς ἐν χειμῶνι
11. γενομένας νόσους ἐν θέρει παύεσθαι πάντως, τοῦ προσγράφοντος
12. αὐτὸ, τίνας Ἱπποκράτης ἡγεῖται τῶν ὡρῶν ἑκάστης
13. οἰκείας νόσους νοσήσαντας. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆς
14. γεγραμμένα τῶν ἀναγκαίων ἐστὶν ἐνταυθοῖ λελέχθαι δι’ ἄλλων
15. αὐτῷ καθόλου παρηγγελμένα, διὸ καὶ παραλείψω τελέως
16. αὐτά. καὶ γὰρ σαφῆ πάντα ἐστὶ καὶ δι’ ὦν προεξήγημαι
17. βιβλίων αὐτάρκως εἴρηται περὶ αὐτῶν.

1. Ἑκκαίδεκα μετὰ τὴν κατάστασιν ἀῤῥώστους ἔγραψεν
2. ὁ Ἱπποκράτης, ὡς μέν τινες οἴονται τῶν ἐν αὐτῇ νοσησάντων,
3. ἐπειδὴ καὶ αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
4. τῶν κατ’ αὐτὴν γενομένων οὕτως. ἦν δὲ πᾶσι τοῖς
5. ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ. ἐγχωρεῖ δὲ καὶ
6. ἐπὶ τῶν προγεγραμμένων εἰρῆσθαι τὸ ὑπογεγραμμένον, οὔσης
7. γε τοιαύτης χρήσεως παρὰ τοῖς πολλοῖς. ἐν γὰρ τοῖς ιε΄
8. τούτοις ἀῤῥώστοις ἕτερον εἶδός ἐστι νόσων παρὰ τὰς εἰρημένας
9. ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμώδη κατάστασιν. ἐξηγήσεως
10. δ’ οὐκ ἔτι δεῖται μακρᾶς τὰ περὶ τῶν ἀῤῥώστων τούτων
11. γεγραμμένα τοῖς μεμνημένοις ὧν προεξηγησάμεθα. σχεδὸν
12. γὰρ ἁπάντων ἤδη τῶν συμπτωμάτων τε καὶ σημείων ὧν
13. ἐμνημόνευσεν ὁ Ἱπποκράτης οὐδὲν ὑπολείπεται κατὰ τοὺς
14. λεχθησομένους ἀῤῥώστους ὃ μὴ καὶ προτεθὲν εἴρηται. διὰ
15. κεφαλαίων οὖν οἷον ἐπιδρομήν τινα ποιούμεθα τῶν κατ’ αὐτοὺς
16. γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν ἔμπροσθεν
17. οὐκ εἰρημένων, ἐκεῖνο μόνον ἐξεργασόμενοι.

Cliquer un n° de page pour en afficher l’image