Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.72, ed. Kühn, 1828, vol. 17a, p. 737-746. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.72


2. Ἐν Θάσῳ τὸν τοῦ Παρίωνος, ὃς κατέκειτο ὑπὲρ
3. Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς,
4. καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης καὶ αὖθις
5. ἄγρυπνος, κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λευκά.
6. ἕκτῃ οὔρησεν, ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη
7. πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλ’ οὖρά τε ὅμοια καὶ τὰ
8. τῆς γνώμης ταραχώδεα, ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ
9. διῆλθεν. εἶτα τῇ ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν,
10. ἤμεσεν ἰώδεα, ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν
11. αὐτῶν. δεκάτῃ πάντα ξυνέδωκεν, ἑνδεκάτῃ ἵδρωσεν οὐ
12. διόλου. περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. δωδεκάτῃ
13. πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ,
14. οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως,
15. οὔτε γὰρ ὕπνοι οἵ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ
16. ἵδρωσε διόλου, ἄγρυπνος. διαχωρήματα χολώδεα,
17. ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν.
1. τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο καὶ πάλιν
2. ἀνεθερμάνθη, τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον
3. οὐ συχνὸν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ
4. παντὸς πεπλανημένως, ἄπυρος τὰ μὲν, τὰ δὲ οὔ, εἰ γάρ
5. τοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ὑπέστρεφε, σιταρίοισί
6. τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι
7. κακοὶ περὶ τὰς ὑποστροφὰς, παρέκρουσεν, οὖρα πάχος
8. μὲν ἔχοντα, οὔρει τηνικαῦτα ταραχώδεα δὲ καὶ πονηρά.
9. καὶ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενά,
10. πυρέτια ξυνεχέα, διαχωρήματα πολλὰ, λεπτά. ἐν μὲν
11. τῇ ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. τουτέῳ κοιλίη
12. συνεχέως ἀπὸ τῆς πρώτης, ὑγρὴ χολώδεσιν, ὑγροῖσι, πολλοῖσιν
13. ἦν. ἡ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν,
14. οὖρα διὰ τέλεος κακὰ, κωματώδη τὰ πλεῖστα μετὰ πόνων,
15. ἄγρυπνος, ἀπόσιτος, συνεχέως καῦσος.

17. Περιέργως κᾀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν
18. πατρίδα τοῦ κατακειμένου φασὶν οὐκ ἀργῶς προσκεῖσθαι
1. καὶ γὰρ ὑπ’ Ἀσκληπιάδου λελέχθαι τοὺς ἐν Παρίῳ μάλισθ’
2. ὑπὸ φλεβοτομίας ὀνίνασθαι. ἄτοπον δ’ ἐστὶ μηδὲν εἰρηκότα
3. Ἱπποκράτην ἐνταῦθα περὶ φλεβοτομίας, διὰ τοῦθ’ ἡγεῖσθαι
4. προσγεγράφθαι τῷ κάμνοντι τὸ τῆς πατρίδος ὄνομα. πολὺ
5. δ’ ἀτοπώτερον οἱ οὕτως ἐξηγούμενοι ποιοῦσιν, ὅτι μηδ’ ἐζήτησάν
6. ποτε διὰ τί φλεβοτομίας ἅπαξ ὁ Ἱπποκράτης ἐμνημόνευσεν
7. ἐν τοσούτοις ἀῤῥώστοις, ὅπερ ἡμεῖς ἐσκεψάμεθα.
8. τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ἃ δ’ ὠφέλειαν παρέξει
9. τοῖς νέοις ἀκουσθέντα, ταῦτ’ ἐροῦμεν. ὥσπερ ἀμέλει τὸ
10. περὶ τοῦ ἐλαιώδους οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον
11. ἄῤῥωστον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ
12. ἡγοῦνται τὸ λιπαρὸν οὕτως ὑπ’ αὐτοῦ λελέχθαι, τηκομένης
13. πιμελῆς γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοσήματι,
14. τινὲς δὲ τὸ καὶ τῇ χροιᾷ καὶ τῇ συστάσει παραπλησίον
15. ἐλαίῳ. πολλάκις δὲ τοιοῦτον οὖρον ἐθεασάμην οὐρηθὲν
16. ἐπ’ οὐδενὶ κακῷ τοῦ κάμνοντος, ἀλλ’ ἔσθ’ ὅτε γε
17. τοὐναντίον ἅπαν, ἐπὶ πέψει τοῦ νοσήματος. οὐ μὴν οὐδ’
18. ὤφθη ποτ’ οὖρον ὅλον οὕτω λιπαρὸν ὡς ἔλαιον. ὃ γὰρ ἄρτι
1. διῆλθεν, οὖρον ἐοικὸς ἐλαίῳ κατὰ χροιὰν καὶ σύστασιν, ἥκιστα
2. λιπαρὸν φαίνεται, καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ
3. φησι, καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας
4. ἀραχνοειδέας ἐπισκέπτεσθαι, συντήξεως γὰρ σημεῖον.
5. ἄνωθεν μὲν οὖν ἐφισταμένας λιπαρότητας εἴδομεν πολλάκις.
6. οὔτε δ’ ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ
7. μέσον αὐτὸ λιπαρότητας ἐμφερομένας, πολὺ δέ τι μᾶλλον
8. οὐδ’ ὑποχωρούσας κάτω. φύσιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν
9. ἐποχεῖσθαι τοῖς ἄλλοις ὑγροῖς. οὐ μὴν οὐδ’ ἔγραψέ τι περὶ
10. τοιούτων οὔρων ὁ Ἱπποκράτης ἐν προγνωστικῷ, καίτοι
11. πάντα διελθὼν ἀκριβῶς τε καὶ σαφῶς τὰ συνεμπίπτοντα
12. τοῖς ὀξέσι νοσήμασι. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν
13. τὴν στ΄ ἔφη διαχωρήματα γενέσθαι τῷ προκειμένῳ
14. κατὰ λόγον ἀῤῥώστῳ, χολώδεα λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυς
15. φαίνεται τηκομένης ὑπὸ τοῦ πυρετοῦ τῆς πιμελῆς
16. γίνεσθαι καὶ δόξει μαρτυρεῖν τοῖς λιπαρὰ νομίζουσιν εἶναι
17. τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸς τοὐναντίον ἄγεσθαι.
18. καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντως ἂν ὁ Ἱπποκράτης
1. εἶπεν, εἴπερ ἦν καὶ ταῦτα ἐλαίῳ παραπλήσια. διαφόροις
2. δὲ τοῖς ὀνόμασι χρησάμενος ἐπί τε τῶν οὔρων καὶ τῶν
3. διαχωρημάτων ἐπιδείκνυσθαι δόξει καὶ τὸ σημαινόμενον
4. αὐτῶν ἴδιον ἑκατέρου πεποιῆσθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον
5. εἷναι δοκεῖ τὰ παραπλήσια κατὰ χρόαν τε καὶ σύστασιν
6. ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη. τὴν δ’ ἐξήγησιν ἑκατέρως
7. ποιήσομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ
8. καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιστέον,
9. οὐ μὴν ὀλέθριά γε πάντως, ὅτι μὴ ταὐτὸν ἐστι σάρκα τε
10. καὶ πιμελὴν συντήκεσθαι, πυρωδεστάτης μὲν οὔσης θερμασίας
11. τῆς τὰς σάρκας συντηκούσης, μετριωτέρας δὲ τῆς
12. τὴν πιμελὴν, ἀμέλει καὶ τὰς διὰ τῆς γαστρὸς ἐκκρινομένας
13. συντήξεις ἅπαντες οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν
14. διαχωρημάτων. κατά γε τὸν ἐφ’ ἡμῶν γενόμενον
15. μακρότατον λοιμὸν ἅπαντες σχεδόν τι συντήξεις ἐξέκριναν,
16. ἔνιοι μὲν ἀκριβῶς πυῤῥὰς, ἔνιοι δὲ μετρίως, ἅπαντες δὲ
17. δυσώδεις. ἀλλ’ αἵ γε τοιαῦται διαχωρήσεις θανατώδεις εἰσὶ
18. καὶ χρόνον οὐκ ἀναμένουσιν. ὁ δὲ πάριος οὗτος κ΄ ἐπὶ ταῖς
1. ἑκατὸν ἡμέραις ἐνόσησε μετὰ τοῦ διαιτᾶσθαι κακῶς. αὐτὸς
2. γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ’ αὐτοῦ, σιταρίοισί τε πολλοῖσι
3. καὶ φαύλοισι προσεχρῆτο, ὥστε καὶ λιπαρὸν οὐρῆσαι
4. κατὰ τὴν στ΄ ἡμέραν καὶ τὰς ἐφεξῆς· οὐκ ἀναγκαῖον οὖν
5. ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ’ οὐ λιπαρὸν ἦν τὸ οὖρον,
6. ἀλλὰ κατά τε χρόαν καὶ πάχος ἐλαίῳ παραπλήσιον, ἔτι καὶ
7. μᾶλλον οὔτ’ ἀποθανεῖν αὐτὸν ὅλως εὔλογον ὅσον ἐπὶ τοῖσδε
8. τοῖς οὔροις. ὅ γε μὴν ἐπὶ τοῖς οὕτως οὐρουμένοις παρεφύλαξα
9. χρησιμώτατον ὂν ἤδη φράσω. καθάπερ γὰρ αὐτὸ τὸ
10. ἔλαιον οὐκ ἀκριβῶς μίαν οὔτε σύστασιν οὔτε χρόαν ἔχει,
11. κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὸ ἐλαιῶδες οὖρον· ὠχρὸν μὲν
12. ἦν πάντως, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ὅσον μὲν οὖν αὐτοῦ
13. πρὸς τὸ λευκότερον ῥέπει χρῶμα τῆς ὠχρᾶς χρόας
14. ἐκλελυμένης ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ’ ἐπιτεταμένον
15. ὠχρὸν ὡς ἐγγὺς εἶναι τοῦ ξανθοῦ χολώδη θερμασίαν.
16. καὶ τοίνυν ὁ κίνδυνος ἐπὶ τοῖς τοιούτοις οὔροις οὐ
17. διὰ κακοήθειαν, ἀλλὰ διὰ σφοδρότητα γίνεται
18. τοῦ πυρετοῦ. καί τινες αὐτῶν ὅταν ἐκ τῶν ἄλλων ἁπάντων
1. ἔχωσι σωτηρίως, ἐν τάχει κρίνονται. θαυμαστὸν οὖν
2. οὐδὲν, εἰ ταῦτά τις οὐρήσας εἰς χρόνου μῆκος ἐξέπεσεν,
3. ὁποτέρως ἂν ἀκούσωμεν τῶν ἐλαιωδῶν. ἔστι μὲν
4. γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθρια
5. ὀξέως, ἐξ ὧν δ’ ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἔγραψε, κακοχυμία
6. τέ τις ἦν τῷ Παρίῳ χολώδης, ἥ τε κατὰ γαστέρα
7. καὶ ἡ καθ’ ἧπαρ ἐνεκροῦτο δύναμις. αὐτὸς γὰρ ἔγραψεν
8. ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως τῶν συμβαινόντων αὐτῷ,
9. συνεχῶς μὲν ἀπὸ τῆς ἀρχῆς τὴν κοιλίαν ἐκταραχθῆναι,
10. χολώδεσί τε καὶ ὑγροτέροις διαχωρήμασι, συνίστασθαι
11. δ’ ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχωροῦσαν. ἐκ τούτων μὲν
12. οὖν ἔνδειξίς σοι τῆς κακοχυμίας τοῦ νοσήματος, ὥσπερ γε
13. κᾀκ τοῦ καυματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέσθαι κατὰ
14. πλεῖστα τῆς νόσου. τοῦ δὲ νεκροῦσθαι τὴν φυσικὴν δύναμιν
15. αὐτοῦ σημεῖον ἴδιον ἡ τοῦ νοσήματος ἀνορεξία γενομένη.
16. μεμάθηκα γὰρ ὡς ἀποσίτους καὶ κατὰ τὸ παλαιὸν ἔθος
17. τῶν Ἑλλήνων τοὺς ἀνορέκτους φησί. φαίνεταί γε μὴν ἄῤῥωστον
18. ἐσχηκέναι τὴν φύσιν, ἐγχειρίσασαν μὲν τῇ κρίσει,
1. πολλάκις δὲ οὐδὲν ἀνύσασαν, ἀλλὰ ὑπὸ τοῦ νοσήματος νικηθεῖσαν,
2. ἅμα καὶ τῷ κακῶς διαιτᾶσθαι τὸν ἄνθρωπον.
3. οὐδὲν γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ὄλεθρον· ὁ δὲ τῶν κρισίμων
4. ἡμερῶν λόγος ἀκριβῶς κᾀνταῦθα φαίνεται πεφυλαγμένος,
5. ἁπασῶν τῶν κριτικῶν κινήσεων ἐπί τε τῶν ὑποστροφῶν
6. ἐν ταύταις ταῖς ἡμέραις τῷ κάμνοντι γενομένων. ια΄
7. γὰρ ἐμνημόνευσε καὶ ιδ΄ καὶ μετὰ ταύτην ιζ΄ καὶ κ΄, ἐφ’ ᾗ
8. δ΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄, ὑστάτης δὲ ἁπασῶν ρ΄ καὶ κ΄, ἐν
9. ᾗ φησὶν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δ’ ἐν τοῖς πρόσθεν
10. εἶπον ἐρῶ καὶ νῦν, εἴ τις ἐλέγχοι τὰ εἰρημένα κακῶς
11. τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς μακρολόγως ψεχθήσεται.
12. διὸ καθάπερ ἐπ’ ἐκείνων ἕνεκα παραδείγματος μνημονεύειν
13. τινῶν ἠναγκάσθην, οὕτω κᾀνταῦθα ποιήσω. Σαβῖνος τοίνυν
14. περὶ τῆς πατρίδος τοῦ κάμνοντος εἴ τι εἶπεν, ἔμπροσθεν
15. ἐπεσημανάμην ἃ δὲ περὶ ἐλαιώδους οὔρου, νῦν ἐρῶ. διαφέρει
16. γὰρ οὐκ εἰς μικρὸν ἡ περὶ τούτου θεωρία, γράφει
17. δὴ περὶ αὐτῶν κατὰ λέξιν ὧδε. τὸ οὖν ἐλαιῶδες τινὲς χολὴν
18. λέγουσιν, ἀλλ’ οὐκ ἔστι χολὴ, ἐπεὶ οὐδ’ ἂν πάνυ ἦν
1. ὀλέθριον, πολλάκις γὰρ ἀπαλλάσεται χολὴ καὶ οὐδὲν παραλυπεῖ.
2. ἕτεροι δὲ λέγουσι νεύρων καὶ ὀστῶν καὶ χόνδρων
3. εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματος.
4. πεπλανημένοι δ’ εἰσὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδες
5. ὅμοιον ὀστοῖς καὶ χόνδροις καὶ νεύροις φάσκοντες εἶναι.
6. οὔτε γὰρ τοσαύτη γε παράτασις ἐγίνετο τῆς ζωῆς τῶν στερεῶν
7. ἀναλυομένων, ἑκατοστῇ γὰρ καὶ κ΄ ἀπέθανε, οὔτε ἀπέθανέ
8. τις τοιοῦτον οὐρήσας. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη
9. ὁ ἄῤῥωστος, ἵνα δείξῃ διὰ τοῦτο ὅτι οὐ χρὴ προσδοκᾶν
10. θάνατον ἐλαιώδους ἀπορηθέντος, ἀλλὰ δυνατὸν τὴν
11. ὀξύτητα καὶ χρόνον τινὰ διαρκέσαι, ἔπειτα τελευτῆσαι, ὥστε
12. οὐδεὶς ἦν ἐλπὶς σωθήσεσθαι ὑπερβεβηκότα τὴν ὀξύτητα.
13. ταῦτα προειπὼν ὁ Σαβῖνος ἐφεξῆς γράφει· τί οὖν ἐστι τὸ
14. ἐλαιῶδες; ὥσπερ τῷ ἔξω πυρὶ τροφή ἐστι τὸ ἔλαιον, οὕτω
15. καὶ τῇ ἡμετέρᾳ φύσει πυρὶ ὁμοιουμένῃ τὸ στέαρ τῶν λαμβανομένων
16. πεσσόμενόν ἐστι τροφή. τὸ οὖν ἐλαιῶδες οὖρον
17. ἡ τροφή ἐστι τῆς φύσεως καὶ δηλοῖ ἀσιτεῖν τὴν φύσιν καὶ
18. διὰ τοῦτ’ ἄρ’ ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύσις. ἐχρόνισε
1. δ’ οὕτως εἰκότως διὰ τὸ μοῖραν καὶ μὴ πᾶσαν
2. φέρεσθαι τῆς φύσεως τροφήν. αὕτη μὲν οὖν ἡ τοῦ Σαβίνου
3. ῥῆσις, ἀξιοῦντος ὥσπερ τὸ ἐκτὸς τοῦτο πῦρ ἀπὸ τοῦ
4. ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμὸν, ὥστ’ ἔλαιον
5. ἐστί ποτε τοῖς βουλομένοις ἑαυτοὺς ἀνατρέψαι, πρὸς τὸ καὶ
6. κατὰ χρόαν μὲν καὶ σύστασιν ἐοικέναι τὸ ἐλαιῶδες οὖρον
7. τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν
8. ὀσμὴν ἢ τὴν γεῦσιν. ἄξιον οὖν θαυμάσαι τῶν τὰ ἀλλότρια
9. μὲν κακῶς ἐξελεγχόντων, ἀπερισκέπτως δὲ τὰ δόξαντα
10. ἑαυτοῖς γραφόντων.

Cliquer un n° de page pour en afficher l’image