Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.73, ed. Kühn, 1828, vol. 17a, p. 746-752. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.73


13. Ἐν Θάσῳ τὴν κατακειμένην περὶ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου
14. θυγατέρα τεκοῦσαν, καθάρσεως οὐ γενομένης, πυρετὸς
15. ὀξὺς, φρικώδης τριταίην ἔλαβε. ἐκ χρόνου δὲ πολλοῦ
16. πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος.
17. μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες
18. οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας
1. καὶ ταχὺ πάλιν κατενόει, κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν,
2. ὑδατοχόλοις, ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης
3. δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος.
4. εἰκοστῇ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. μικρὰ
5. παρέλεγεν, ἄγρυπνος τὰ κάτω κοιλίης ἐπὶ τῶν αὐτῶν,
6. οὖρα ὑδατώδεα, πολλὰ, εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη
7. ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη
8. ἰσχυρὴ, χρόνον πολὺν, πυρετοὶ πάλιν παρείποντο καὶ
9. οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον
10. ἐπεκούφισεν. βῆχες δὲ ξυνεχέες, ὑγραὶ, πολλαὶ, κοιλίη
11. ξυνέστη, ἀπόσιτος, οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ
12. τὸ μὲν ὅλον οὐκ ἐλλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι,
13. τὰ μὲν, τὰ δὲ οὔ. ἑξηκοστῇ αἱ μὲν βῆχες ἀσήμως
14. ἐξέλιπον. οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο
15. οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. σιαγὼν δὲ ἡ ἐκ
16. τῶν ἐπὶ δεξιὰ, κατεσπάσθη, κωματώδης, παρέλεγε πάλιν
17. καὶ ταχὺ κατενόει. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως
1. εἶχεν. ὁ σιαγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ
2. διέδωκεν, ἐπύρεσεν ὀξυτέρως, φρικώδης καὶ τὰς ἐχομένας
3. ἄφωνος. καὶ πάλιν κατενόει καὶ διελέγετο καὶ
4. ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος
5. ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδη καὶ καῦμα παρείπετο,
6. ἄσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαὶ, δυσφορίαι, τὰ περὶ
7. τὴν γνώμην μελαγχολικά.

9. Ἄξιον ἐπισημήνασθαι πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν
10. Σαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖς εἰπεῖν
11. ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοσῆσαι
12. συνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων
13. εἴς τε τὸν Πάριον καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον
14. παρὰ τῷ Ἀρτεμισίῳ καὶ τὸν παρὰ τῷ τείχει κατοικοῦντα.
15. φαίνεται δ’ οὖν ἐπισχεθείσης τῆς κατὰ τὸν τόκον
16. καθάρσεως γενέσθαι τῇ γυναικὶ καὶ ἡ νόσος. νοσώδης μὲν
17. γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίσχεσις. ἀλλ’ οὐχ ὁμοίως
18. βλαβερὰ τῇ μετὰ τὸν τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθος,
1. ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται. τὸ μὲν γὰρ χρηστότερον
2. αἷμα τὸ ἔμβρυον ἕλκον εἰς ἑαυτὸ τροφῆς ἕνεκα,
3. καταλεῖπον δὲ τὸ φαυλότερον, αἴτιον γίγνεται τῆς κακοχυμίας
4. ταῖς κυούσαις, ἣν μετὰ τὸν τόκον ἡ φύσις ἐκκενοῖ.
5. καὶ τοῦτ’ ἐννοήσαντες οἱ παλαιοὶ, λοχίων κένωσιν τὴν γινομένην
6. μετὰ τὸν τόκον ἔκκρισιν τοῦ αἵματος προσηγόρευσαν.
7. ἔστι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωσις οὐ μόνον κένωσις,
8. ἀλλὰ καὶ κάθαρσις, οὐ μὴν οὔτ’ ἴσον τὸ πλῆθος
9. τῆς κακοχυμίας οὔτ’ ἐν ἴσῳ χρόνῳ ταῖς μηνιαίαις ἀθροίζεται
10. περιόδοις, ὅσον ἐν τῷ τῆς κυήσεως χρόνῳ. καὶ τοὐπίπαν
11. δὲ μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖς
12. εἶναι μετὰ τὸν τόκον, ὥστε καὶ τὰ οὖρα πάσαις ὁρᾶται
13. κεχρωσμένα, καθάπερ ἀσβόλης τινὸς ἐμπεπτωκυίας αὐτῆς,
14. ὅπερ ἀμέλει κᾀπὶ ταύτης τῆς γυναικὸς ἔγραψεν ὁ Ἱπποκράτης,
15. ἐπὶ τῆς ια΄ ἡμέρας, εἰπὼν, οὖρα πολλὰ, λεπτὰ, μέλανα.
16. καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων
17. ὠφεληθεῖσαν, ἄλλοτε δὲ ταύτης οὐκ ἐξεκενώθη τὸ τοιοῦτον,
18. μετέπεσε γὰρ ἂν αὐτοῖς εἰς τὸ ὑδατῶδες τὰ οὖρα
1. πολλὰ, λεπτὰ, μέλανα. γέγραπται οὖν ἐν τῇ τῆς κ΄ ἡμέρας
2. διηγήσει, οὖρα ὑδατώδεα, πολλὰ, κακά. εἶτα πάλιν
3. ἐν τῇ μ΄ οὖρα ἐπὶ τῶν αὐτῶν. οὐ μὴν οὐδὲ ἄλλη τις αὐτῇ
4. κένωσις ἢ ἀπόστασις ἐγένετο καὶ διὰ τοῦτο χρόνῳ πολλῷ
5. νοσήσασα κατὰ τὴν ὀγδοηκοστὴν ἡμέραν ἀπέθανεν. αὐτὸς
6. γοῦν ὁ Ἱπποκράτης ἔγραψεν οὕτω. οὔτε γὰρ πτυέλων τὶς
7. πεπασμὸς ἐγένετο οὔτ’ ἄλλη τις τῶν εἰθισμένων ἀπόστασις,
8. καίτοι πειραθείσης τῆς φύσεως εὐθέως τὸ περιττὸν ἀποθέσθαι
9. περὶ τὸ ἰσχίον, ἀλλ’ ἔοικε παλινδρομῆσαι. καὶ ταῦτά
10. φησι γοῦν τεσσαρακοστῇ. τὰ μὲν περὶ τὸ ἰσχίον ἐκούφισε,
11. βῆχες δὲ συνεχέες ὑγραί. πολλάκις δὲ ἀκηκόαμεν ἤδη περὶ
12. τῆς κονωνίας τοῦ θώρακος πρὸς τὰ γεννητικὰ μόρια. τὰ
13. μὲν οὖν κεφάλαια τῶν συμβάντων αὐτῇ ταῦτ’ ἐστί. τῶν
14. δὲ κατὰ μέρος ἐν τῇ προκειμένῃ ῥήσει γεγραμμένων τὰ
15. μὲν ὑδατόχροα διαχωρήματα τινὲς μὲν διὰ τοῦ χ καὶ λ
16. γράφουσιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ. καὶ λεπτὰ μὲν
17. ὑπάρχειν αὐτὰ, καθάπερ καὶ τὸ ὕδωρ ἐστὶ λεπτὸν, ἐνδεικνυμένων
1. ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ
2. τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα τῆς χλόης ἐμφαίνειν αὐτὰ,
3. τὰ δ’ ὑδατόχολα τῆς χολῆς. καὶ τρίτη δ’ αὖ τις γραφὴ
4. διὰ τοῦ χ καὶ ρ. ἡ ὕδατος χρόα, μήτ’ ἐν τοῖς παλαιοῖς
5. μήτε ὅλως ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρισκομένη, φανερῶς
6. τε οὖσα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν
7. αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν σύστασιν ἐμφαίνει λευκὴν
8. καὶ τὴν χρόαν λευκήν. ἐχρήσατο δ’ ἐν τῇ διηγήσει
9. τῆς ἀῤῥώστου τῇδε κακοζήλῳ τινὶ λέξει ὁ Ἱπποκράτης,
10. καίτοι ἅπαντα κατὰ τὸ βιβλίον ἡρμηνευκώς. γέγραπται δ’
11. οὖν ἡ λέξις οὕτως. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως
12. εἶχεν, ὑπερβολὴν ἀνορεξίας καὶ τὸ πρὸς αὐτὰ μῖσος ἐνδεικνυμένης
13. τῆς φωνῆς, ὅπερ, ὅτι τῶν μοχθηρῶν ἐστὶ σημείων,
14. εἴρηται πολλάκις. ἄξιον θαυμάσαι καὶ πῶς οὐδὲν εἶπον οἱ
15. περὶ τὸν Σαβῖνον εἰς τοὺς προκειμένους χαρακτῆρας ἑκάστῳ
16. τῶν ἀῤῥώστων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶς ἐν τῷ β΄
17. τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν.
18. ὅ γε μὴν ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων προχειριζόμενος
1. ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγησαμένων
2. αὐτούς.

Cliquer un n° de page pour en afficher l’image