5. Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο τοῦ Ἡρακλείου, ἐκ πότων
6. καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος, ῥῖγος μέγα
7. καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης,
8. χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον,
9. οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις
10. ἀκρέων. τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον. ἄναυδος,
11. ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολὺν, ἀνεθερμάνθη,
12. δίψαι, νύκτα δι’ ἡσυχίης, ἵδρωσε τὴν κεφαλὴν σμικρά.
13. τρίτῃ ἡμέρῃ δι’ ἡσυχίας. ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς,
14. ὑπεψύχθη σμικρὰ, ταραχὴ νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν.
15. ἀπὸ δὲ κοιλίης ψυχρὰ, ξυνεστηκότα κόπρανα
16. διῆλθε. τετάρτῃ πρωῒ δι’ ἡσυχίης. περὶ δὲ μέσον ἡμέρης
17. πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ
1. τὸ χεῖρον ἀνεθερμάνθη. μετὰ χρόνον οὔρησε μέλανα,
2. ἐναιώρημα ἔχοντα, νύκτα δι’ ἡσυχίης ἐκοιμήθη. πέμπτῃ
3. ἔδοξε κουφισθῆναι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου,
4. διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωῒ μὲν δι’ ἡσυχίης,
5. δείλης δὲ οἱ πόνοι μείζους παρωξύνθη. ἀπὸ δὲ κοιλίης
6. ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ
7. ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς
8. ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμᾶτο. ὀγδόῃ πρωῒ
9. μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις καὶ ἀφωνίη, λεπτὸν
10. πνεῦμα καὶ μινυθῶδες ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη,
11. παρέκρουσεν. ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη,
12. διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα, ἐνάτῃ κωματώδης,
13. ὅτε διεγείροιτο, οὐ λίην διψώδης. περὶ δὲ ἡλίου
14. δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωῒ
15. ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξὺς, πολὺς ἱδρὼς, ἔθανεν.
16. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.
1. Καὶ τούτου πάνθ’ εὑρήσεις ἀπ’ ἀρχῆς τά τε συμπτώματα
2. καὶ τὰ σημεῖα θανατώδη γινόμενα καὶ τοὺς παροξυσμοὺς
3. ἐν ἀρτίαις, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο,
4. προσθεὶς τῇ τῆς ιβ΄ ἡμέρας διηγήσει, καθ’ ἣν ἀποθανεῖν
5. αὐτὸν ἔφη, ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. καὶ
6. γὰρ ὁ θάνατος ὑποπέπτωκε τῷ γενικῷ σημαινομένῳ τῆς
7. κρίσεως, ὡς ἐδείχθη. πεφύλακται δὲ κᾀπὶ τούτου τοῦ ἀῤῥώστου
8. τὸ τὰς κρίσεις γενέσθαι τοὐπίπαν, ἐν αἷς οἱ πόνοι
9. μείζους. ἐν ἀρτίαις γὰρ αὐτῶν γενομένων ἠκολούθησε καὶ
10. ὁ θάνατος ἐν ἀρτίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήσει τῶν
11. συμβαινόντων αὐτῷ δύο ταῦτα, δεόμενα ἐξηγήσεως. ἔστι δ’
12. αὐτῶν τὸ μὲν ἕτερον ἐπὶ τῆς ἀναπνοῆς, βραχύπνους μὲν
13. ἐν τῇ τῆς β΄ ἡμέρας διηγήσει γέγραπται. λεπτὸν
14. δὲ πνεῦμα καὶ μινυθῶδες ἔσχεν ἐν τῇ η΄, ἔμαθες δ’ ἔν τε
15. τῷ α΄ περὶ δυσπνοίας κᾀν τῷ β΄ τῶν εἰς τὸ προγνωστικὸν
16. ὑπομνημάτων, ἔνθα τὴν ῥῆσιν ἐξηγούμην τήνδε· πνεῦμα
17. δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν
18. ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἐστί τι σμικρὸν ἅμα καὶ
1. ἀραιὸν πνεῦμα ψυχομένης καὶ νεκρουμένης ἤδη τῆς ζωτικῆς
2. δυνάμεως γιγνόμενον, ὃ διά τινος τῶν χωριστῶν συμπτωμάτων
3. ἐδήλωσεν εἰπὼν, ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν
4. καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται τοῦτο
5. γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι, κατὰ μὲν τὴν β΄
6. ἡμέραν βραχὺ, κατὰ δὲ τὴν η΄ λεπτὸν καὶ μινυθῶδες. ἔστι
7. μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνὸν,
8. ὀδύνην σημαῖνον, ὡς ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖς ἀναπνευστικοῖς
9. μορίοις ἢ τοῖς παρεγκειμένοις αὐτοῖς. ἀλλ’ ἐὰν
10. ἀμφότερα παραβάλλῃς ἀλλήλοις, βραχύτερον πολὺ τὸν ἔξωθεν
11. εἴσω ἑλκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήσεις, ὃν σμικρὸν
12. ἅμα καὶ ἀραιὸν ἔφη γίγνεσθαι. τὸ γὰρ πρὸς τὸ βραχὺ
13. πυκνὸν ἀναπληροῖ τῇ συνεχείᾳ τὸ καθ’ ἑκάστην εἰσπνοὴν
14. ἐνδεὲς, ὡς οἱ συνεχῶς πίνοντες βραχύ. καὶ γὰρ τούτων
15. βραχυπότους ἐρεῖς ὅσοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουσιν.
16. εἰ δέ τις βραχὺ μὲν, ἀλλὰ συνεχῶς πίνει, τοῦτον
17. ἁπλῶς οὐκ ἂν εἴποις βραχύποτον, ἀλλὰ μετὰ βραχὺ πίνοντα.
18. κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ κυρίως ὀνομαζόμενος βραχύπνους,
1. καθ’ ἑκάστην εἰσπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ
2. διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγος ἐπισπᾶται.
3. τάχ’ οὖν ζητήσεις κατὰ τί προειρηκὼς ὁ Ἱπποκράτης
4. ἐν τῇ α΄ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι, τῇ β΄
5. βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι. δέδεικται γὰρ ἡμῖν
6. ἐν τοῖς σφοδροῖς πυρετοῖς πνεῦμα μέγα καὶ πυκνὸν γενόμενον.
7. φήσομεν ὅτι ἐν μὲν τῇ α΄ τῶν ἡμερῶν τὸ διὰ τοὺς
8. σηπομένους χυμοὺς ἀναφθὲν πυρετῶδες θερμὸν αὐτὸ μὲν
9. διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀσθενὲς ὑπάρχον,
10. ὡς ἤδη σβέννυσθαι, πρὶν αὖθις ἀναφθῆναι τὸ πυρετῶδες
11. θερμὸν, οἷον ζεσάντων τῶν σηπομένων χυμῶν. ἡ β΄
12. τῶν ἡμερῶν ἤνεγκε τὸ τῆς ψύξεως σημεῖον. ἀπόδειξις δὲ
13. τούτου μεγίστη. τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι
14. φησὶ καὶ κατεψύχθαι. γράφει γοῦν ἐπὶ τῆς δευτέρας
15. ἡμέρας ὧδε. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων τὰ περὶ
16. χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος
17. ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆς η΄ πάλιν τάδε γράφει, η΄
1.
2. πρωῒ μὲν ἐκοιμήθη μικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν
3. πνεῦμα καὶ μινυθῶδες. ἔνθα μοι καὶ τούτῳ πρόσχες τὸν
4. νοῦν, ὁπηνίκα κατεψύχθη μετὰ τῆς κακοπνοίας καὶ τὴν
5. ἀφωνίαν αὐτῷ γεγονέναι φησὶ καὶ αὐτὴν εἰωθυῖαν πολλάκις
6. ἐπὶ νεκρώσει τῆς φύσεως γίγνεσθαι. κατὰ τὴν δ΄ ἡμέραν
7. ἡνίκα γράφει, ψύξις, ἄναυδος, ἄφωνος ἐπὶ τὸ χεῖρον, ἐμφαίνει
8. διὰ τῆς ἐπὶ τὸ χεῖρον προσθήκης καὶ τὸ βραχύπνουν
9. αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἐπὶ τούτου
10. ἡμῖν ἐξηγήσασθαι διὰ τί προειπὼν ἄναυδος ἐπήνεγκεν
11. ἄφωνος. ἔστι δὲ καὶ τούτου λόγος τοιοῦτος. τὴν αὐδὴν
12. οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ φαίνονται
13. καλοῦντες, οὔτ’ ἐκεῖνο τὸ εἶδος αὐτοῦ μόνον, ὅσον ἐκπέμπεται
14. κατὰ προαίρεσιν τοῦ ζώου διὰ τοῦ στόματος, ἐν
15. ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ συρίττειν, οἰμώζειν τε
16. καὶ βήττειν καὶ ὅσα τἄλλα τοιαῦτα, μόνην δὲ τὴν
17. ἀνθρώπου φωνὴν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν
18. ὀνομάζουσιν. οὕτω γοῦν καὶ ὁ ποιητὴς ἡνίκα ἐποίησε
19. τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά
1. φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ
2. διαλέκτῳ.
4. οὐκ ὡς ἄφωνον ὄντα πρότερον, οὐχ ὡς οὐκ ἔχοντα τὴν
5. κοινὴν τῶν ἵππων φωνὴν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν
6. ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ
7. διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ
8. φασιν εἶναι μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων.
9. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων
10. ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας. καὶ ὁ
11. Ἱπποκράτης οὖν ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου
12. διαλέγεσθαι, τὸν δ’ ἄφωνον ἐπὶ τοῦ μηδ’ οἰμῶξαι μηδὲ
13. βοῆσαι δυναμένου. δῆλον δέ ἐστι τὸ τοιοῦτον μοχθηρότερον
14. εἶναι τῆς ὡς ἂν εἴποι τις ἀναυδίας. οἷς οὖν ἡ γλῶττα
15. μόνη παραλέλυται, φωνεῖν μὲν μέγιστον ἐνίοτε δύνανται,
16. διαλέγεσθαι δ’ οὐ δύνανται. εἰ δὲ μηδὲ ἐκφωνεῖν οἷοί τε
1. εἶεν, ἐσχάτης νεκρώσεως ἐστὶ τὸ τοιοῦτον γνώρισμα τῶν οὕτως
2. ἐχόντων, μὴ οἰμωζόντων μήτε στεναζόντων μήθ’ ὅλως
3. φθέγγεσθαι δυναμένων. Σαβῖνος δὲ καὶ ταῦτα τοῖς ἄλλοις
4. τὸν μὲν οὐδ’ ὅλως ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆσθαι
5. νομίζει, τὸν δ’ ἄφωνον ἐν ἴσῳ τῷ ἀπόπληκτον ὑπὸ
6. τοῦ Ἱπποκράτους γεγράφθαι φησὶν, ὥσπερ οὐ δυναμένου
7. καλέσαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ
8. τἄλλα τὰ κατὰ διάθεσιν εἰρημένα συνᾴδει τῷ γεγονέναι τὸν
9. προκείμενον ἄῤῥωστον ἀπόπληκτον.