12. Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσε ἰώδεα, πολλὰ,
13. λεπτὰ, πυρετὸς φρικώδης, πολὺς ἱδρὼς, ξυνεχὴς διόλου,
14. κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, οὖρα λεπτὰ,
15. ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρωσεν. ἀπὸ
16. δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα, πολλὰ παρέκρουσεν, οὐδὲν
17. ὕπνωσεν. δευτέρᾳ πρωῒ ἄφωνος, πυρετὸς ὀξὺς, ἵδρωσεν,
1. οὐ διέλιπεν, παλμοὶ δι’ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί.
2. τρίτῃ παρωξύνθη πάντα, τετάρτῃ ἀπέθανεν.
4. Οὗτος ὁ ἄῤῥωστος ὀξυτάτης φρενίτιδός ἐστι παράδειγμα
5. κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλλούσης τῷ πυρετῷ
6. καὶ πάντα γε ἐθεασάμην ἐντὸς τῆς ζ΄ ἡμέρας, ἀποθανόντας
7. τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι
8. ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων
9. νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης ἐπιτίθεται
10. τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δὴ ὥσπερ ἐξαιφνίδιος
11. ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία,
12. καθάπερ εἰ καὶ φάρμακον ἔλαβε θανάσιμον ὁ ἄνθρωπος,
13. ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτὸν, ἀλλὰ
14. κατὰ βραχύ πως ηὔξησαν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα
15. πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων
16. συμβαίνει. πρόδηλον γὰρ ὅτι κᾀκείνοις οὐκ ἀργῶν
17. οὐδ’ ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς, οὐδὲν ἑαυτῷ γνώρισμα
18. παρέχει πολλῶν ἐφεξῆς ἐνίοτε μηνῶν. ἐξαίφνης δ’ αὐτοῖς
1. συμβαίνει θεασαμένοις ὕδωρ φοβηθῆναι, κᾀντεῦθεν ἤδη
2. διὰ ταχέων ἀπόλλυσθαι. πολλῷ μὲν αὐξανομένης χρόνῳ
3. τῆς τὴν λύτταν ἐργαζομένης αἰτίας, ὅταν ἅπαξ εἰς τοῦτ’
4. ἀφίκηται ταχὺν ἐπιφερούσης τὸν θάνατον. σχεδὸν οὖν κᾀπὶ
5. τῆς νῦν εἰρημένης φρενίτιδος ἠθροίζετό τις ἐν τῷ σώματι
6. μοχθηρὸς χυμὸς ἰῷ δηλητηρίῳ παραπλησίως, ἐναργῶν
7. μέν τι κατὰ βραχὺ ἐπὶ τοῖς σώμασιν, οἷς ὁμιλῶν ἐτύγχανεν.
8. ἐπεὶ δ’ ἐκεῖνα προδιετίθετό πως, ὅ τε χυμὸς αὐτὸς ἐπὶ
9. πλεῖστον ηὐξήθη κακοηθείας, ἐξαιφνίδιον ἐφάνη θανατῶδες
10. σύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ οὕτω κατὰ
11. τὴν ἀρχὴν εὐθέως ἔμετος ἰωδῶν ἐγένετο, πυρετοῖς ἑπομένοις
12. ὡς τὸ πολὺ διακαέσιν. ὥσπερ οὖν ἐπὶ τῶν θανασίμων
13. φαρμάκων ἀποθνήσκουσιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆς
14. ποιότητος αὐτῶν, οὐ τοῦ πλήθους ἐργαζομένης τὸν θάνατον,
15. οὕτω καὶ τὸν ἄῤῥωστον τοῦτον εὐθέως ἀποθανεῖν ἡγητέον
16. τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆς ποιότητος τῶν ἰωδῶν χυμῶν,
17. οὐχ ὑπὸ τῆς φρενίτιδος διαφθαρέντα, παρακολουθῆσαι δὲ
18. αὐτῷ. τὴν φρενῖτιν ὥσπερ τι σύμπτωμα. τεταρταίους μὲν
1. οὖν καὶ πεμπταίους εἶδον ἀπολλυμένους ἐξ ἀρχῆς εὐθέως
2. ἁλόντας, ὀξείᾳ φρενίτιδι, τριταῖον δ’ οὐκ εἶδον, ὥσπερ οὐδὲ
3. μέχρι τῆς κ΄ ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτης
4. τοῦτον μὲν ὡς ὀξύτατα διαφθαρέντα δηλώσας ἡμῖν. ἕτερον
5. δ’ ὀλίγον ὕστερον ὡς παραλογώτατον χρονίσαντα, περὶ οὗ
6. κατὰ τὸν οἰκεῖον λόγον ἐπισημανοῦμεν.