Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.76, ed. Kühn, 1828, vol. 17a, p. 762-766. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.76


9. Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνεσε ἐξαίφνης, τῶν
10. δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξὺς,
11. καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρᾳ
12. τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν,
13. ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρὰ, οὔρων πλῆθος
14. διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο,
15. παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς
16. βληστρισμός. τετάρτῃ περὶ μέσην ἡμέρην ἔθανεν
17. ὀξυτάτως.

1. Τοῦτόν τις τὸν ἄῤῥωστον ἀναγνοὺς, ἐὰν μὴ προσέχῃ
2. τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δῆλος ἔσται πρὸς ἅπαν
3. ἄλγημα προσχὼν οὔτε προπετῶς δειλὸς οὔτε θαῤῥαλέος
4. ἀλογίστως. ἀλλ’ ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ,
5. πρῶτον μὲν ἐπίσκεψαι μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο.
6. καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ
7. καθ’ ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες,
8. ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις
9. τὰ μόρια ἐῤῥιγῶτα καὶ προκατεψυγμένα, σπάσμασί τε καὶ
10. τίλμασιν ἁλισκόμενα, μεγίστας ὀδύνας φέρει, καθάπερ γε
11. καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον ὅσοι
12. ξηροὶ τὴν κρᾶσιν εἰσί. καὶ τούτων ἔτι μᾶλλον, ἐὰν παρηβῶντες
13. ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται
14. τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην
15. δίαιταν, εἰ ἀργοτέρα παρὰ τὸ ἔθος ἐστὶν, ἢ σιτίοις ἐχρήσατο
16. πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις, εἰ συνήθων ἐκκρίσεων
17. ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ
18. παντάπασι φαίνεται πλῆθος αἴτιον τῆς ὀδύνης ἡγησάμενον,
1. ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέσται σοι
2. μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ
3. τῶν ὀδυνωμένων χρήσασθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶσαί
4. τι τούτων πράξεις ἀποστρέψεις εἰς τὰ κυριώτατα μέρη τὸ
5. πλῆθος. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἐστὶ
6. θαῤῥεῖν τὰ πονούμενα μόρια πρὶν κενῶσαι τὸ σῶμα. πολλάκις
7. γὰρ εἰς ἅπαν ἐστὶ τὸ πεπονθὸς ἐκ τῶν τοιούτων βοηθημάτων
8. ἕλκον τὸ πλῆθος, ὡς καθ’ ἕτερον τρόπον ἐν κινδύνῳ
9. γενέσθαι τὸν ἄνθρωπον, ἀμέτρως φλεγμήναντος τοῦ
10. μέρους. εἴρηκε δὲ καὶ αὐτὸς, ὡς ἔμαθες, ἤδη περὶ τῶν
11. τοιούτων ἀποστάσεων, ἃς ἤτοι μὴ δύνηται δέξασθαι τὸ μέρος
12. ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μέντοι ἐκ τῆς προηγησαμένης
13. διαίτης ἐμφαίνηται μηδὲν εἶναι πλῆθος ἐν τῷ σώματι,
14. τοῖς πρὸς τὰς ὀδύνας βοηθήμασιν ἀκίνδυνον χρῆσθαι
15. πυρίαις τέ τισι καὶ φαρμάκοις ὑγροῖς καὶ θερμοῖς τὴν δύναμιν,
16. ὧν τὴν ὕλην ἐν τοῖς περὶ τῶν φαρμάκων ὑπομνήμασιν
17. ἔμαθες. εἰ δὲ πρὸς τοῦτο μὴ παύηται, κενωτέον ἐστὶν
18. ὅλον τὸ σῶμα. πολλάκις γὰρ ἤθροισταί τι πλῆθος ἐν αὐτῷ
1. κατὰ βραχὺ σωρευθὲν, οὐ παρακολουθήσαντος ἑαυτῷ
2. ἀνθρώπου τῇ τε ποσότητι καὶ ποιότητι τῶν ἐδεσμάτων.
3. ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων
4. αἰτίων λαθόντων, τῶν ἱδρώτων ἐπισχὸν τὰς διαπνοίας,
5. αἴτιον ἐγένετο πληθωρικῆς διαθέσεως. διὰ τοῦτο οὖν ἐὰν
6. ἡ ὀδύνη μὴ παύηται πρὸ τῶν βοηθημάτων, κενωτέον ἐστὶν
7. ὅτι τάχιστα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ
8. οὐκ ἔχω συμβαλεῖν εἴτ’ ἐφλεβοτόμησέ τις αὐτὸν εἴτε μή.
9. ὅσον γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην, τῶν δὲ προσφερομένων
10. οὐδὲν ὠφελεῖ, δύναται λέγειν, ὁ μέν τις ὡς ἐν τοῖς
11. προσφερομένοις καὶ τῆς φλεβοτομίας ἐμνημόνευσεν, ὁ δέ
12. τις ὡς οὐκ εἴη τῶν προσφερομένων αὐτῷ βοηθημάτων.
13. ὅσον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ διὰ τριῶν ἡμερῶν ἀποθανεῖν,
14. ὅτι παρελείφθη τὰ βοηθήματα. προσγέγραπται δ’
15. ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεσκευασμένα τῶν ἀντιγράφων καὶ
16. τούτῳ τῷ ἀῤῥώστῳ καὶ τῷ μετ’ αὐτὸν πρότερον μὲν τὸ
17. ὀξὺ, μετ’ αὐτὸ δὲ οἱ χαρακτῆρες, ὑπὲρ ὧν, ὡς ἔφην, οἱ μὲν
18. περὶ τὸν Σαβῖνον ὀρθῶς φρονοῦντες οὐδὲν εἶπον, ὁ δὲ
1. Ζεῦξις διελέγχει καθ’ ἕκαστον ἄῤῥωστον τοὺς ἐξηγησαμένους
2. μοχθηρῶς. ἀλλ’ ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προσγεγραμμένα
3. παραλιπεῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ. γενήσεται γὰρ,
4. ἐὰν δόξῃ, βιβλίον ἰδίᾳ ὅλον τοῖς καὶ τὰ τοιαῦτα πολυπραγμονοῦσιν
5. ἡδέως, ἐν ᾦ περὶ τῶν ἐν ἅπασι τοῖς ἀῤῥώστοις
6. προσγεγραμμένων χαρακτήρων ὁ λόγος ἔσται. νῦν δ’ οὐ
7. προσήκει τοῖς χρησίμοις ἀναμιγνύναι τὰ ἄχρηστα.

Cliquer un n° de page pour en afficher l’image