10. Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς,
11. συνεχὴς μετὰ πόνου, δίψα πολλὴ, ἄση, ποτὸν κατέχειν
12. οὐκ ἠδύνατο, ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ
13. πρώτῃ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ. πολὺς μέντοι
14. ὁ πυρετὸς ἐπέτεινεν, οὔρησε πολὺ, θολερὸν, λευκὸν, κείμενον
15. οὐ καθίστατο. δευτέρᾳ πάντα παρωξύνθη, τι
16. μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον. καὶ τὰ
17. περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη,
18. οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα,
1. νύκτα δι’ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε
2. πολλῷ θερμῷ διόλου, ἄπυρος. ἐκρίθη, οὐδ’ ὑπέστρεψεν
3. ὀξύ.
5. Οὗτος ὁ ἄῤῥωστος παράδειγμά ἐστι νοσήματος ὀξυτάτου,
6. φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου
7. τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς
8. μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ
9. μυκτῆρος πολὺ, τὰ δ’ οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα,
10. λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ β΄ τῶν ἡμερῶν ἱδρύετο,
11. μᾶλλον ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα, παυσαμένης δὲ
12. καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν β΄ τῶν ἡμερῶν καὶ ὕπνων
13. γενομένων, ἔτι καὶ μᾶλλον ἐλπίσαι βεβαιότερον ἐν τάχει
14. σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς γ΄ ἡμέρας καλλίστων
15. τε ἅμα καὶ πλείστων οὔρων γενομένων ἐναργὲς ἦν
16. ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν τοῦ νοσήματος ἀπαλλαγήσεσθαι
17. τῆς νόσου τὸν ἄνθρωπον.