2. Ἐν Ἀβδήροισι τὴν παρθένον,ἣ κατέκειτο ἐπὶ τῆς εἰσόδου,
3. πυρετὸς ὀξὺς καὶ καυσώδης ἔλαβε. ἦν δὲ διψώδης καὶ
4. ἄγρυπνος, κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ
5. ἄση πολλὴ, ἔρευθος, φοινικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ
6. τῶν αὐτῶν, οὖρα λεπτὰ μὲν, εὔχροα δὲ, τὰ περὶ τὴν κοιλίαν
7. οὐκ ἐνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξὺς, ἄγρυπνος,
8. ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ
9. διὰ τῶν αὐτῶν καὶ τὰς ἑπομένας, οὕτως ἡ κώφωσις
10. παρέμεινε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα,
11. ὁ πυρετὸς ξυνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ τῶν ῥινῶν
12. ἐῤῥύη πολὺ, ἡ κώφωσις σμικρὰ ξυνέδωκε καὶ καθ’ ἡμέρας
13. τὰς ἑπομένας ἄση, κωφότης ἐνῆν καὶ παράληρος.
14. εἰκοστῇ ποδῶν ὀδύνη, κωφότης, παράληρος, ἀπέλιπεν,
15. ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ
16. τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψεν, κώφωσις πάλιν,
17. ποδῶν ὀδύνη παρέμεινε, παρακοπή. εἰκοστῇ ἑβδόμῃ
1. ἵδρωσε πολλὰ ἄπυρος, ἡ κώφωσις παρέλιπεν, ἡ τῶν ποδῶν
2. ὑπέμεινεν ὀδύνη. τὰ δ’ ἄλλα τελέως ἐκρίθη.
4. Αὕτη φαίνεται πληθωρικῶς νοσῆσαι καὶ ὅσον γε ἐπὶ
5. τοῖς ἀπ’ ἀρχῆς αὐτῇ προσπεσοῦσι κᾂν ἔδεισέ τις ὥσπερ
6. τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον
7. ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσι. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν
8. ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ
9. ἐπὶ πάντων τῶν ἀῤῥώστων οὕτως κᾀνταῦθα τῶν κρισίμων
10. ἡμερῶν περίοδοι σώζεσθαι, καὶ μέντοι καὶ ἡ φύσις ἐν αὐτῇ
11. φαίνεται, κρίσιμα σημεῖά τε καὶ συμπτώματα
12. προδεικνύουσα.