15. Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηικίας
16. πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη
17. ξυνεχὴς, ἔβησσε ξηρὴ, οὐδ’ ἔπτυε τὰς πρώτας, διψώδης,
18. ἄγρυπνος, οὖρα εὔχροα, πολλὰ, λεπτά. ἕκτῃ παράληρος,
1. πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου, ἑβδόμῃ ἐπίπονος,
2. ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ
3. τε βῆχες ξυνώχλουν, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον,
4. ἐῤῥύη πολλὸν οἶον δεῖ, ξυνέδωκαν μὲν οἱ πόνοι, αἱ
5. μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ
6. πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, ἔτι βῆχες καὶ τὰ
7. ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ,
8. πέπονα πτύειν, ἐκουφίσθη, διψώδης ἦν καὶ τῶν ἀπὸ πνεύμονος
9. οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἵδρωσεν ἄπυρος,
10. μετὰ δὲ κρίσιν ἐκουφίσθη. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς
11. ὑπέστρεφεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλὰ, οὔροισιν
12. ὑπόστασις πολλὴ, λευκὴ, ἄδιψος ἐγένετο, ὕπνοι. τριακοστῇ
13. τετάρτῃ ἵδρωσε διόλου, ἄπυρος, ἐκρίθη πάντα.
15. Ἐπὶ τούτου μόνου τοῦ ἀῤῥώστου ἐν τῷ α΄ τε καὶ τῷ
16. γ΄ βιβλίῳ τῶν γεγραμμένων ἀῤῥώστων ἐμνημόνευσε φλεβοτομίας
1. ὁ Ἱπποκράτης, οὐχ ὡς μόνου φλεβοτομηθέντος,
2. ἀλλ’ ὡς κατὰ τὴν ἡμέραν μόνου. καὶ τῶν ἰατρῶν ὥσπερ
3. ἐκ νόμου τινὸς οὐκέτι μετὰ τὴν δ΄ ἡμέραν φλεβοτομούντων.
4. ὅπου τοίνυν οὗτος ὀγδοαῖος ἐφλεβοτομήθη, πολὺ
5. δή που ἄλλους ἡγητέον δεομένους φλεβοτομίας περὶ β΄ καὶ γ΄
6. καὶ δ΄ κεχρῆσθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτης
7. ὥσπερ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ’ ὧν ἀναγκασθεὶς
8. ἐνίοτε γράφειν μηδὲν αὐτοὺς ὑπὸ τῶν προσφερομένων
9. ὠφελεῖσθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξασθαι τοῦ νοσήματος.
10. οὐ γὰρ θεραπευτικὴν αὐτῷ προύκειτο ταύτην γράψαι
11. πραγματείαν, ἀλλὰ προγνωστικήν. ἐπί τινων δ’ οὐδ’
12. ἀπ’ ἀρχῆς φαίνεται παραγεγονὼς τοῖς ἀῤῥώστοις. ἐνίοτε
13. γοῦν προσγράφει τοῦτο διὰ τέλεος, ἐξ οὗ κᾀγὼ οἶδα, τὸ δέ
14. τι καὶ τότε συνέπεσε τελέως. τοῖς δὲ ἀγνοοῦσι καὶ
15. ἡ τούτων τῶν ἀῤῥώστων ὠφέλεια δέδεικταί μοι διὰ τοῦ α΄
16. περὶ κρίσεων, ἔνθα πῶς μὲν ἄν τις γνωρίσειε τὸ τελέως
17. ἄπεπτον νόσημα, πῶς δὲ τὸ πέττεσθαι νυνὶ πρῶτον ἀρχόμενον,
18. ὅπως δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶς τὸ πλησίον
1. ἤδη τῆς τελείας πέψεως ἐπειράθην ἐπιδεῖξαι σαφῶς.
2. ὅ γ’ οὖν Ἀναξίων οὗτος μέχρι μὲν οὖν βήττων ἦν, οὐδὲν δ’
3. ἀπέπτυεν ὅλως, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. ια΄ δ’ ἡμέρᾳ
4. πτύειν ἀρξάμενος ἐδήλωσε πέττεσθαι τὴν νόσον, ἔπειτα
5. κατὰ βραχὺ τῷ χρόνῳ προϊόντι οὕτως ἔγραψεν ὁ Ἱπποκράτης,
6. κατὰ τὴν κζ΄ ἀνῆγε πέπονα πολλὰ, οὔροισιν ὑπόστασις
7. λευκὴ καὶ διὰ τοῦτο τελέως ἐκρίθη τῇ λ΄ καὶ δ΄.