10. Γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ
11. κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιεινῶς, πλὴν τῶν φθινωδέων,
12. περὶ ὧν γεγράψεται.
14. Διὰ δὲ τὸ βραχέα παντελῶς γεγενῆσθαι τοιαῦτα βόρεια,
15. τὴν ὅλην κατάστασιν ἀπὸ τῶν κρατησάντων ἐν αὐτῇ,
16. προσηγόρευσεν ὑγρὰν καὶ νότιον, ὅτι δὲ τὴν ἄπνουν καὶ
17. θερμὴν ὀνομάζει μαλθακὴν, ἔμπροσθεν ἔμαθες. ἀλλ’ ἥ γε
18. τοιαύτη κατάστασις οὐδὲν οὐδέπω μέγα τοὺς ἀνθρώπους
1. ἔβλαψε, καίτοι γ΄ ἐξαιφνίδιος γινομένη, διὰ τὴν τοῦ προγεγονότος
2. ἔτους αὐχμηροῦ κρᾶσιν. ἤρξαντο μέντοι τισὶ διαθέσεις
3. φθινώδεις, ὅσοι δηλονότι παθεῖν ἦσαν ἐπιτήδειοι
4. τὸ πάθος τοῦτο, καὶ γράψαι γε αὐτὸς τὰ κατ’ αὐτοὺς ἐπαγγέλλεται
5. ἐν τοῖς ἐφεξῆς.