Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.80, ed. Kühn, 1828, vol. 17a, p. 772-775. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.80


10. Ἐν Ἀβδήροις Ἡρόπυτος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην,
11. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη, ᾤκει πλησίον
12. τῆς ἄνω ἀγωγῆς, πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς,
13. ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ
14. δυσφορίη, οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον,
15. ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε
16. ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ
1. τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐξέτεινον, οὖρα
2. διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς
3. ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμοῤῥάγησε πολὺ καὶ
4. κατενόει. μᾶλλον ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δὲ οἱ πυρετοὶ
5. ξυνέδωκαν, ᾑμοῤῥάγει τὰς ἑπομένας πυκνὰ καὶ κατ’
6. ὀλίγον. περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο.
7. ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ
8. ἐνέτεινον, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν
9. κάτω πάντων. ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους
10. καὶ τὴν κώφωσιν πολλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ
11. κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς
12. πόνους. ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν
13. πάντα, ξυνέλιπε δὲ οὐδέν. οὖρά τε γὰρ εὔχροα καὶ
14. πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε
15. μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν ἡ κοιλίη πολλοῖσι χολώδεσιν
16. ἐπεταράχθη καὶ εἴη χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα.
17. καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου. τῶν δὲ ἄλλων
1. ῥᾳστώνη. τὸ δέ ξύνολον οἱ πυρετοὶ ἐξέλιπον καὶ ἡ
2. κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ τελέως ἐκρίθη καῦσος.

4. Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι
5. χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. ἀδύνατον γὰρ
6. ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς
7. σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ τὴν
8. φύσιν σωζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι
9. τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως
10. τῷ Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ
11. τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην
12. ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ
13. πυρετὸς δ’ ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ’ αὐτοῦ
14. κατὰ τὸν ἑξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε δ’ ἐπ’ αὐτοῦ,
15. πυρετοὶ ἄλλοτε ἀλλοίως, παροξυνόμενοι τὰ πλεῖστα ἀτάκτως.
16. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν
17. οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ
18. μόγις ἡ φύσις ἐκράτησε τοῦ νοσήματος, αἱμοῤῥαγίαν
1. τε κινήσασα κατὰ τὴν μ΄ ἡμέραν ἐκ κρισίμων οὖσαν,
2. ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασομένη μετὰ
3. ταῦτα. δεῖται γὰρ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων
4. αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ ἐπαύσατο τελέως
5. ἡ νόσος. περὶ δὲ τὴν κ΄ ἡμέραν ἐφάνη σημεῖα πεττομένης
6. αὐτῆς διὰ τῶν οὔρων, ἐφ’ οἷς μετὰ βραχὺ μέχρι τῆς ρ΄
7. πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο.

Cliquer un n° de page pour en afficher l’image