Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.82, ed. Kühn, 1828, vol. 17a, p. 777-778. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.82


2. Ἐν Θάσῳ γυνὴ δυσάνιος, ἐκ λύπης μετὰ προφάσιος
3. ὀρθοστάδην, ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος καὶ διψώδης
4. ἦν καὶ ἀσώδης, ᾤκει δὲ πλησίον τῶν Πυλάδου
5. ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι
6. πολλοὶ, δυσθυμίη, πυρέτιον λεπτὸν, πρωῒ σπασμοὶ
7. πολλοὶ, ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν,
8. ἰσχυρομύθει, πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. δευτέρᾳ
9. διὰ τῶν αὐτῶν οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος.
10. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ
11. καὶ πάλιν ἔγερσις ἀνίησε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε
12. πολλὰ, πυρετὸς ὀξύς. ἐς νύκτα δὲ ταύτην ἵδρωσε
13. πολλῷ θερμῷ διόλου, ἄπυρος ὕπνωσε, πάντα κατενόει,
14. ἐκρίθη περὶ τὴν γ΄ ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα
15. δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἵδρυτο. περὶ δὲ κρίσιν
16. γυναικεῖα πολλὰ κατέβη.

1. Τί ἡ δυσάνιος φωνὴ σημαίνει Κριτίας ἐδήλωσε γράψας
2. ὧδε· δυσάνιος ἐστὶν ὅστις ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ
3. ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι καὶ πλείω
4. χρόνον εἴη ἀνιαρὸς ἢ σκυθρωπὸς, νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη
5. δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα
6. χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους
7. θυγατέρας τεκούσης ἔφη· σιγῶσα δὲ καὶ σκυθρωπὴ
8. καὶ οὐ πειθομένη. θαυμάζω γε μὴν πῶς οὐ προσέγραψεν
9. ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια
10. παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως
11. τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ γ΄ τῶν ἡμερῶν εἰς
12. νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως.
13. ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βεβαίαν εἰργάσατο
14. τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν
15. οὔρων χρόα, καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο,
16. διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ’
17. οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν
18. ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.

Cliquer un n° de page pour en afficher l’image