Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.83, ed. Kühn, 1828, vol. 17a, p. 779-782. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.83


2. Ἐν Λαρίσσῃ τὴν παρθένον πυρετὸς ἔλαβε καυσώδης,
3. ὀξὺς, ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρὴ,
4. οὖρα εὔχροα μὲν, λεπτὰ δέ. δευτέρᾳ ἐπιπόνως, οὐχ
5. ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα
6. καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε
7. λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο,
8. παρέκρουσεν ἐς νύκτα, ἕκτῃ διὰ ῥινῶν λαῦρον ἐῤῥύη
9. πολὺ, φρίξασα, ἵδρωσε πολλῶ θερμῶ διόλου, ἄπυρος
10. ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα
11. κατέβη πρῶτον τότε, παρθένος γὰρ ἦν. ἦν δὲ
12. διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων
13. ὀδύνη, καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’
14. ἐκρίθη, οἱ πόνοι ἀρτίῃσιν.

1. Ὅτι μὲν ὥραν εἶχεν ἡ παρθένος καταμηνίων δῆλόν
2. ἐστιν· ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδεν γυναικεῖα κατέβη.
3. τότε πρῶτον φαίνεται καὶ ἡ νόσος αὐτὴ γεγονέναι πληθωρικὴ
4. καὶ κριθῆναι μὲν ἐπὶ τῆς στ΄ ἡμέρας, διότι καὶ τοὺς
5. πόνους ἔσχεν ἀρτίαις, ὡς αὐτὸς ἔγραψε. παράδοξον δὲ τὸ
6. μηδ’ ὑποστρέψαι, καίτοι τῆς στ΄ ἡμέρας μηδέποτε πιστῶς
7. κρινούσης. ξένον οὖν τοῦτο καὶ πάνυ σπάνιον ἐπ’ αὐτῆς
8. γενόμενον ἐπεσημήνατο γράψας, ταύτῃ οὐχ ὑπέστρεψεν,
9. ἀλλ’ ἐκρίθη ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν
10. ἔγραψε τοῦ μὴ ὑποστρέψαι, προσθεὶς ἐν τοῖσι πυρετοῖσι
11. καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι
12. τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν
13. ἐγένετο βεβαίαν φυλάξαι τὴν προηγησαμένην κρίσιν ἐν τῇ
14. στ΄ ἡμέρᾳ δι’ αἱμοῤῥαγίας τε καὶ ἱδρώτων καὶ μάλιστα ὅτι
15. μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν
16. τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν
17. διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν
18. ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν
1. ἦν ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο
2. μὲν ἐργάζεσθαι τῇ γ΄ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ
3. τὴν ς΄. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως οὐχ ὡς σύμπτωμα τῆς
4. νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο σαφῶς ἐδήλωσεν
5. αὐτὸς γράψας, τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης
6. ὑδατόχροα καὶ τὰς ἑπομένας ἦν τοιαῦτα εὐφόρως. τοῦτο
7. προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γίγνεσθαι τὴν ἔκκρισιν.
8. ἐπισημῄνασθαι δὲ τῶν κατὰ τὴν διήγησιν αὐτῆς
9. εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ β΄ πρὸς τοῖς εἰρημένοις,
10. ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον, γλῶσσα λιγνυώδης,
11. ξηρὴ, δεύτερον δὲ τὸ δ΄, οὐρῆσαι λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα
12. μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν γὰρ
13. αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ
14. μὴ παντελῶς ἡγεῖσθαι ὀλεθρίαν τὴν λιγνυώδη γλῶσσαν,
15. ὀνομάζει δ’ οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύϊ τινὶ, ξηρὰν
16. οὖσαν ἐξ ἀναθυμιάσεως. τὸ δὲ β΄ ἐπειδὴ καὶ κατ’ ἄλλους
17. ἀῤῥώστους εἰπὼν ἐναιώρημα μετέωρον εὐθέως ἐπήνεγκεν
18. αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις
1. ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ
2. προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν
3. ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν
4. οὖν τὸ σημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέποτε σημαίνειν
5. παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκὸς,
6. ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ ἐναιώρημα. κατὰ
7. γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται
8. τὰ ἐναιωρήματα.

Cliquer un n° de page pour en afficher l’image