Galenus. In Hippocratis Epidemiarum III commentaria (In Hipp. Epid. III comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (γʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies III d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics III’ (Hipp. Epid. III)
Wenkebach, 1936.
Hippocratis Epidem. III et Galeni in illum commentarius, 1828, vol. 17a, p. 480-792. urn:cts:greekLit:tlg0057.tlg090.verbatim-lat1

Hippocratis Epidem. III et Galeni in illum commentarius, 3.84, ed. Kühn, 1828, vol. 17a, p. 782-784. urn:cts:greekLit:tlg0057.tlg090.1st1K-grc1:3.84


11. Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον
12. πολὺν, ἦν δὲ μεγαλόσπλαγχνος καὶ περὶ ἧπαρ ξυνήθης
13. ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης
14. ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου, φαγὼν
15. δὲ καὶ πιὼν ἀκαιροτέρως βόειον, ἐθερμάνθη μικρὰ
16. τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι
17. καὶ ὠμοῖσι, πολλοῖσιν ἀγγείοισι καὶ μηλείοισι καὶ διαίτῃ
18. κακῇ, πάντων αἱ βλάβαι μεγάλαι. οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν,
1. κοιλίη τε τῶν προενεχθέντων οὐδὲν διέδωκεν
2. ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι οὐκ
3. ἐνῆσαν, ἐμφύσημα κακὸν πολὺ δίψος. κωματώδης, ὑποχονδρίου
4. δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ, ἄκρεα πάντοθεν
5. ὑπόψυχρα, σμικρὰ παρέλεγεν, λήθη πάντων ὅ τι λέγοι,
6. παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας
7. ἀπεθερμάνθη, κατεκλίθη καὶ ἐξεμάνη, βοὴ, ταραχὴ, λόγοι
8. πολλοὶ καὶ πάλιν ἵδρωσις καὶ τὸ κῶμα τηνικαῦτα
9. προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι
10. χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν, οὖρα μέλανα, σμικρὰ,
11. λεπτὰ, πολλὴ δυσφορίη, τὰ τῶν διαχωρημάτων ποικίλως.
12. ἢ γὰρ μέλαινα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ
13. ὠμὰ καὶ δακνώδη. κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα
14. διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης,
15. τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἐξ
16. οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη. πάλιν δὲ ταχὺ παρενόει,
1. ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον, περὶ δὲ τριακοστὴν
2. πυρετὸς ὀξὺς, διαχωρήματα πολλὰ, λεπτὰ, παράληρος,
3. ἄκρεα ψυχρὰ, ἄφωνος, τριακοστῇ τετάρτῃ ἀπέθανε. τουτέῳ
4. διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης,
5. οὖρα λεπτὰ, μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα
6. ψυχρὰ, παράληρος, διὰ τέλεος φρενιτικός.

8. Κᾀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὡς ἐπ’ ἄλλων
9. πολλῶν, αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις
10. βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ
11. σημεῖα, δι’ ὧν ἄν τις προγνῷ τὸν ἐσόμενον θάνατον. ἔχει
12. δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος ἐξ οὗ καὶ ἐγὼ οἶδα κοιλίη
13. ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος,
14. ἄκρεα ψυχρὰ, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ
15. μέρος οὐδέν ἐστιν ἀσαφὲς, εἴ τις τῶν προεξηγησαμένων ἡμῖν
16. μνημονεύει.

Cliquer un n° de page pour en afficher l’image