2. Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας διδύμους τεκούσῃ καὶ δυστοκησάσῃ
3. καὶ οὐ πάνυ καθαρθείσῃ τῇ μὲν πρώτῃ ἐπῆλθε
4. πυρετὸς φρικώδης, ὀξὺς, κεφαλῆς καὶ τραχήλου βάρος
5. μετὰ ὀδύνης, ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ
6. καὶ οὐ πειθομένη, οὖρα λεπτὰ καὶ ἄχροα, διψώδης,
7. ἀσώδης τὸ πολὺ, κοιλίη πεπλανημένως ταραχώδης
8. καὶ πάλιν ξυνισταμένη. ἕκτῃ εἰς νύκτα πολλὰ παρέλεγεν,
9. οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη
10. καὶ πάλιν κατενόει, οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα,
11. ἐλαιώδεα καὶ κοιλίη πολλοῖσι λεπτοῖσι, ταραχώδεσι.
12. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοὶ, ἄκρεα ψυχρὰ,
13. οὐδὲν ἔτι κατενόει, οὖρα ἀπέστη, ιστ΄ ἄφωνος, ιζ΄
14. ἀπέθανε, φρενῖτις.
16. Οὐ μόνον ὅτι μὴ καλῶς ἐκαθάρθη τὴν λόχειον κάθαρσιν,
17. ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷμα,
1. διὸ κατὰ ἀρχὰς μὲν ἦν σιγῶσα καὶ σκυθρωπὴ καὶ οὐ
2. πειθομένη. μετὰ δὲ ταῦτα παρεφρόνησε σφοδρῶς, ὡς ἐκμανῆναι,
3. ἀλλὰ καὶ διὰ τὴν δυστοκίαν φλεγμηνάσης τῆς μήτρας
4. ὁ πυρετὸς ηὐξήθη. δῆλον δ’ ὅτι τῆς κακοχυμίας ἐπὶ τὴν
5. κεφαλὴν ἀνενεχθείσης ἥ τε παραφροσύνη μανιώδης ἐγένετο
6. καὶ οἱ σπασμοὶ συνηκολούθησαν. αἱ δὲ τῶν κρισίμων ἡμερῶν
7. περίοδοι σώζονται κᾀνταῦθα, καθάπερ ἐπὶ πάντων
8. τῶν ἀῤῥώστων. εἰ δέ πού τι φανείη σπανίως διαφθειρόμενον,
9. ἐκεῖνο μόνον ἐπισημαίνομαι.