12. Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ
13. Λείου, πυρετὸς φρικώδης ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς
14. δὲ περιεστέλλετο καὶ διὰ τέλεος, αἰεὶ σιγῶσα ἐψηλάφα,
15. ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ
16. ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ
17. ὑπομιμνησκόντων ἔπεινεν, οὖρα λεπτὰ, σμικρὰ, πυρετοὶ
1. πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε
2. καὶ πάλιν ἱδρύνθη, σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα
3. ἀραιὸν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ
4. ἀπὸ κοιλίης ἐρεθισμὸς, ταραχώδεα, ἔπειτα τὰ
5. ποτὰ οὐ διῄει, οὐδὲν ξυνίστατο, ἀναισθήτως εἶχε πάντων,
6. δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ
7. καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἰκοστῇ
8. πρώτῃ ἀπέθανεν. ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
9. μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο ἢ λόγοι
10. πολλοὶ ἢ σιγῶσα, διὰ τέλεος φρενῖτις.
12. Ἐξ ἀρχῆς αὕτη φαίνεται φρενιτικὴ γενομένη.
13. χαλεπώτατοι δ’ εἰσὶν, ὡς καὶ πρῶτον εἶπον, αἱ τοιαῦται
14. φρενίτιδες καὶ τάχιστα πάντας οἷς ἂν γένωνται διαφθείρουσιν.
15. ἀλλὰ νῦν γε ὀξέως αὕτη ἄχρι τῆς κα΄ ἡμέρας ἐξήρκεσεν
16. ἴσως, ὅτι μετρίως ἐπύρεξε. καὶ διὰ τοῦτο ἐπεσημήνατο
17. κατὰ ταύτην τὴν ἄῤῥωστον μόνην γράψας πυρετοὶ
1. πρὸς χεῖρας λεπτοί. καὶ φαίνεταί γε τὸ τῆς παραφροσύνης
2. εἶδος αὐτῇ μικτὸν ἐκ μελαγχολίας καὶ φρενίτιδος γεγονέναι.
3. τὸ γὰρ, οἱ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος ἐνδεικτικόν
4. ἐστι τῆς τοιαύτης μίξεως. οὐκ οἶδα δ’ ὅπως οἱ ἐξηγηταὶ
5. τοῦ Ἱπποκράτους οὐδὲν ἔγραψαν περὶ τῆς λέξεως ἐν ᾗ
6. φησι· πνεῦμα ἀραιὸν, ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ διὰ χρόνου
7. καὶ φαίνεται δὲ ἐφεξῆς ταυτὸν εἰρηκώς. μή τις οὖν ἤτοι
8. τῆς ἀραιότητος ἐπίτασιν δηλῶσαι βουληθεὶς τὸ διὰ χρόνου
9. προσέγραψεν, ὡς εἰ καὶ οὕτως εἰρήκει, διὰ πάνυ πολλοῦ
10. χρόνου. καὶ γὰρ σύνηθές ἐστιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ
11. καὶ μόνῳ χρήσασθαι τῷ διὰ χρόνου ἢ μὴ συνεχῶς,
12. ὥσπερ ἐπ’ ἄλλων ἄλλα. μηδ’ ὡς τὸ ταχὺ τὴν ἄνθρωπον
13. τοιοῦτον ἀναπεπνευκέναι δι’ ὅλης τῆς νόσου δηλοῖ. ἐπιφέρων
14. γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοος, ἐνδεικνύμενος κᾀνταῦθα
15. καθάπερ ἔμπροσθεν ἐκ καταψύξεως οὐ μόνον μικρὸν,
16. ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντως
17. ἐστὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόσον
18. μὲν ἀραιόν ἐστιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ μεγάλου,
1. καθόσον δὲ μέγα, πλέον ἐστὶ ταύτῃ τοῦ μικροῦ καὶ
2. ἀραιοῦ. κατ’ ἄμφω τοίνυν μικρὸν ἔσται τὸ βραχὺ καὶ ἀραιόν.
3. καὶ φαίνεται καὶ νῦν ὥσπερ καὶ σὺν καταψύξει τοιαύτῃ
4. γεγονέναι τὸ γύναιον ἐν οἵᾳ καὶ αὐτῇ ἀπνοίᾳ καταλαμβανόμεναι
5. γίνονται. γράφει γοῦν ἐπ’ αὐτῆς κ΄ λόγοι
6. πολλοὶ καὶ πάλιν ἰδίως ἐρεῖ βραχύπνοος. ἡ δ’ ἀφωνίη
7. τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ
8. τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιοῦ γεγραμμένον ἀντὶ τοῦ
9. διὰ πάνυ πολλοῦ ἐκδέξασθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆς
10. νόσου χρόνῳ σημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆς
11. ῥήσεως προσγράψας, ταῦτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
12. μέγα. τὸ γὰρ διὰ τέλεος εἴωθε λέγειν ἀντὶ τοῦ δι’ ὅλης
13. τῆς νόσου μέχρι τῆς τελευτῆς. ὥσπερ δὲ τοῦτο τὸ διὰ τέλεος,
14. οὕτω καὶ τόδε φησὶν, ἀεὶ περιεστέλλετο ἢ λόγοι πολλοὶ
15. ἢ σιγῶσα διὰ τέλεος. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικὸν,
16. τὸ δὲ σιγῶσα μελαγχολικὸν, τὸ δὲ περιεστέλλετο
17. κοινὸν ἀμφοῖν, εἰ μή που ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε
18. περιεστέλλετο.