8. Πρὸ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν,
9. ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’
10. οὔ. κακοήθεα πολλοὺς ἔκτεινε.
12. Ὑπὸ χολώδους ῥεύματος ἔμαθες γίνεσθαι τὸ ἐρυσίπελας,
13. οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ.
14. τοὐναντίον γὰρ ἅπαν ὅταν ἐπιεικὲς ᾖ τὸ ῥεῦμα τὴν
15. κατὰ φύσιν ἐν ἡμῖν γενομένην ἔχον ὠχρὰν χολὴν, ἐρυσιπέλατα
16. μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν
17. ἐξ αὐτῶν, ὅταν γ΄ ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν
18. νῦν γε τοιοῦτος ἦν ὁ γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ
1. καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικὸς, ἐπὶ τῇ
2. πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν
3. ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν ἥ
4. τε δίαιτα χολώδης μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ
5. τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος
6. ἡμᾶς ἀέρος κράσει γίνονται, διὰ τὴν ἑκάστου φύσιν τε καὶ
7. δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν
8. ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι
9. τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις,
10. ὕπνοις, ἀγρυπνίαις, ἅπασί τε τοῖς ὁπωσοῦν γινομένοις κατὰ
11. τὰ τῶν ἀνθρώπων σώματα.