ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Γ.
1.
Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος
2. Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά
3. ἐστιν, ἐν τοῖς ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξειργασμένα, διὰ
4. κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι.
5. πρῶτον μὲν ὅτι κατάστασιν οὐ μόνην
6. τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν
7. ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν·
8. ἔπειτα δὲ ὅτι τις ᾖ κατὰ φύσιν ἑκάστῃ τοῦ ἐνιαυτοῦ
1. ὥρᾳ κρᾶσις· εἶθ’ ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν
2. αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίνεται τὰ νοσήματα·
3. σὺν τούτοις δὲ ἀναμνησθῶμεν ὧν ἐν τοῖς ἀφορισμοῖς ἔγραψεν
4. αὐτὸς, λέγων ὧδε· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ
5. τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων ὑγιεινότεροι καὶ ἧσσον
6. θανατώδεες. νοσήματα δὲ ἐν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ
7. πολλὰ γίνεται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ
8. σηπεδόνες. ἀναμνησθῶμέν γε καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ
9. δευτέρου τῶν ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. μεμνημένος
10. δέ τις ὧν εἶπον ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν
11. νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω.