Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.10, ed. Kühn, 1828, vol. 17b, p. 848-852. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.10


13. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων ἢν ἐκ χρηστῶν ἴωσι
14. καὶ κοιλίη διέλθῃ καὶ ὕπνοι ἐνίωσιν, ἴσως δὲ καὶ ὁ τρόπος
15. τοῦ πυρετοῦ, ἴσως δὲ καὶ τὰ ἐκ κόπων.

1. Οὐκ οἶδα ὅ τι εἴπω, νὴ τοὺς θεοὺς, ὅταν ὠφελιμώτατον
2. θεώρημα μυριάκις ἐπὶ τῶν νοσούντων φαινόμενον ἀγνοῶσιν
3. οἱ τὸ βιβλίον ἐξηγησάμενοι. τὸ μὲν οὖν τῶν ἄλλων ἧττον
4. ἄν τις θαυμάσειε, τὸ δὲ Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου,
5. τοῖς Ἱπποκράτους συγγράμμασιν ὡμιληκότων ἀνδρῶν
6. οὐ παρέργως, ἄξιον ὄντως ἐστὶ θαύματος, εἰ μὴ πολλάκις
7. ἐθεάσαντο ῥίγους κρισίμου προηγησαμένην ἐπίσχεσιν οὔρου.
8. περὶ ἧς νῦν ὁ Ἱπποκράτης γράφει, προγιγνώσκειν ἡμᾶς διδάσκων
9. ἐσόμενον ἐν νόσῳ κρίσιμον ῥῖγος. ἐὰν ἐν ὀξεῖ πυρετῷ
10. τἄλλα σοι σημεῖα σωτήρια φαίνηται καὶ κρίσιν ἐλπίζῃς
11. ὑπόγυιον ἔσεσθαι, γινώσκειν σε χρὴ τῶν οὔρων ἐπισχεθέντων
12. ἐξ ἀνάγκης ἔσεσθαι τὸ κρίσιμον ῥῖγος. ἐὰν δὲ καὶ
13. ἡ νὺξ προηγήσηται δύσφορος, ἥ τε ἡμέρα κρίσιμος ᾖ, βεβαιότερόν
14. ἐστι προερεῖν ἔσεσθαι τὸ ῥῖγος. ἐὰν δὲ τὸ διὰ
15. σφυγμοῦ σημεῖον ὡς ἔμαθες ἐνδείξηταί σοι ταὐτὸν, μὴ μόνον
16. ἔσεσθαι τὸ ῥῖγος, ἀλλὰ καὶ σφοδρὸν ἔσεσθαι βεβαίως
17. ἔλπιζε. τὸ τοίνυν ἐκ χρηστῶν ἤτοι τῶν οὔρων μόνων ἢ
18. καὶ τῶν ἄλλων ἅμα αὐτοῖς τῶν ἀγαθῶν σημείων ἀκούειν
1. σε χρή. τηλικαύτη μὲν ἡ δύναμίς ἐστι τῶν ἐν τοῖς οὔροις
2. σημείων ἐν τοῖς ὀξέσι πυρετοῖς, ὥστε καὶ μόνῃ πιστεύειν
3. αὐτῇ. προσερχομένων δὲ καὶ τῶν ἄλλων, πρόγνωσις ἔσται
4. σοι βεβαιοτάτη καὶ ἀμετάπτωτος, ὡς τὸ διηνεκὲς ἔχειν. αἱ
5. μέντοι τῶν οὔρων ἐπισχέσεις γίνονται καὶ τῆς κοιλίας ἐκκρινούσης
6. πολλά. δηλοῦται γὰρ ἐνταῦθα ῥέπειν ἡ ὀῤῥώδης
7. ὑγρότης, ἧς ἔμαθες, ὅταν πλεονάζῃ, τρεῖς εἶναι κενώσεις,
8. τὴν διὰ γαστρὸς, τὴν δι’ οὔρων, τὴν δι’ ἱδρώτων. ἐὰν μὲν
9. οὖν ἡ κοιλία πλείω διαχωρήσῃ, τῇ τῶν οὔρων ἐπισχέσει
10. θαῤῥεῖν οὐ προσῆκεν εἰς τὴν τοῦ ῥίγους πρόγνωσιν. ἐὰν
11. δὲ καὶ αὕτη μηδ’ ὅλως προχωρήσῃ προεγνωκότι σοι τὸ νόσημα
12. πλησίον εἶναι κρίσεως, ἀναγκαῖόν ἐστι ῥιγῶσαί τε καὶ
13. ἱδρῶσαι τὸν κάμνοντα. τί ποτε οὖν σημαίνει τὸ καὶ ὕπνοι
14. ἐνέωσιν; εἰ μὲν γὰρ ὡς ἕν τι τῶν ἀγαθῶν σημείων εἴρηται,
15. τὸ μέγιστον εἰς τὰ παρόντα συμφωνήσει· τὸ δὲ ἢν ἐκ
16. χρηστῶν ἴωσιν, ὥσπερ τι παράδειγμα λελεγμένον. εἰ δ’ ὡς
17. καὶ τοῦτο τοῦ γενησομένου ῥίγους ὂν σημεῖον, οὐχ ἁπλῶς
18. σε χρὴ γινώσκειν περὶ τοῦδε. πολλάκις μὲν γὰρ ἡ προηγησαμένη
1. τῆς κρίσεως νὺξ τοῦ τε ῥίγους καὶ τῆς ἐπ’ αὐτῷ
2. κρίσεως γίνεται δύσφορος, ὁπότε βεβαιοτάτην ἕξεις σὺν
3. τοῖς εἰρημένοις τὴν τοῦ γενησομένου ῥίγους πρόγνωσιν.
4. ἐνίοτε δὲ ἐν τῷ σπανίῳ μεθ’ ὕπνων χρηστῶν εὔφορος
5. γίνεται ἡ νὺξ καὶ φαίνεται τούτοις οὐχ ὁ τοῦ ῥίγους
6. δηλωτικὸς σφυγμὸς, ἀλλ’ ὁ τῆς ἐκκρίσεως. ἔμαθες δὲ περὶ
7. τούτων ἱκανῶς ἐν τῇ τῶν σφυγμῶν πραγματείᾳ. προσεπισκοπεῖσθαι
8. δὲ καὶ τὸν τρόπον τοῦ πυρετοῦ κελεύει σε, τουτέστι
9. εἰ θερμὸς καὶ χολώδης καὶ καυσώδης ἢ τῶν ἄλλων
10. τίς. ὅσα γὰρ ἐν τοῖς ὀξέσι πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι
11. γίνεται ῥίγη κριτικὰ, ταῦτα ἔμαθες ἐπὶ τῇ ξανθῇ
12. χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ πρὸς τὸ ἐκτὸς,
13. ἀποτελεῖσθαι διὰ τοῦτο καὶ οἱ ἐκ κόπων πυρετοὶ, χολωδέστατοι
14. τὴν κρᾶσιν ὄντες, εἰς τὴν πρόγνωσίν σοι καὶ αὐτοὶ
15. συντελοῦσιν. αὕτη μὲν οὖν ἡ ἀπὸ τῶν προκαταρκτικῶν
16. αἰτίων εἰς τὴν πρόγνωσιν ὠφέλεια, λελεγμένη μὲν ὡς ἐπὶ
17. παραδείγματος ἑνὸς, ἐσομένη δέ σοι χρήσιμος, κᾀπὶ τῶν
18. ἄλλων αἰτίων τῶν προκαταρκτικῶν, ὅσα χολωδέστερον ἐργάζεται
1. τὸ σῶμα. ταῦτα δέ ἐστιν ἐγκαύσεις τε καὶ ἀγρυπνίαι
2. καὶ φροντίδες καὶ λῦπαι καὶ θυμοὶ καὶ τροφῆς ἔνδεια
3. καὶ τῶν χολωδῶν ἐδεσμάτων πλεονεξία. πρώτη μέν
4. σοι καὶ ἀσφαλεστάτη διάγνωσις εἰς τὸν τρόπον τῶν πυρετῶν
5. ἀπὸ τῶν φαινομένων κατὰ τὸ σῶμα γενήσεται, καθάπερ
6. ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς τῶν πυρετῶν. ἐφεξῆς
7. δὲ καὶ ἡ ἀπὸ τῶν προκαταρχόντων αἰτίων εἰς ἀσφαλεστέραν
8. πίστιν, ὧν εὗρες, οὐ σμικρὰ συντελέσει. θαυμαστὸν
9. οὖν ὅπως τοῦτο τὸ θεώρημα χρησιμώτατον ὂν ἐλάθη τοὺς
10. ἐξηγητάς.

Cliquer un n° de page pour en afficher l’image