15. Φύματα ἕξω ἐξοιδέοντα καὶ τὰ ἀπόρεα καὶ τὰ κορυφώδεα
16. καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα καὶ μὴ περίσκληρα καὶ
1. κατάῤῥοπα καὶ τὰ μὴ δίκραια ἀμείνω. τὰ δ’ ἐναντία
2. κακὰ καὶ ὅσῳ πλείστως ἐναντία κάκιστα.
4. Ἀπὸ τῶν ἐν τῇ γῇ φυομένων οἱ ἄνθρωποι φύματα
5. κεκλήκασιν τοὺς παρὰ φύσιν ὄγκους ὅσοι τοὐπίπαν ἄνευ
6. τῆς ἔξωθεν αἰτίας γίνονται, μάλιστα οὖν ὀνομάζουσιν οὕτω
7. τὰ πρὸς τὸν ἐκτὸς τόπον ἐπειγόμενα. τῷ δ’ οὐκ ἔχειν ἕτερον
8. ὄνομα καὶ τὰ πλατέα καὶ βραχεῖ τοῦ κατὰ φύσιν ὑψηλότερα.
9. καὶ ταῦθ’ ὡσαύτως ἐνίοτε προσαγορεύουσιν, ὅπερ
10. καὶ Ἱπποκράτης ἐποίησεν, ἀγαθὰ μὲν εἶναι λέγων τὰ ἐξοιδοῦντα,
11. τουτέστιν ἐφ’ ὦν ἀξιόλογος ἡ ἐξόγκωσις ἢ ὅσα τὴν
12. αὔξησιν οὐκ ἐς τὴν ἔσω χώραν, ἀλλ’ εἰς τὴν ἔξω ποιεῖται,
13. καθάπερ ἐν προγνωστικῷ γράφων εἶπεν· Ὅσα μὲν ἔξω
14. τρέπεται ἄριστά ἐστιν ὡς μάλιστα ἐκκλίνοντα καὶ εἰς ὀξὺν
15. ἀποκορυφοῦντα. ὅσα δὲ, φησὶν, ἔσω ῥήγνυται, ἄριστά ἐστιν
16. ἃ τῶν ἔξω χωρίων μηδὲν ἐπικοινωνεῖ, κάλλιον μὲν γὰρ ἔξω
17. ῥέπειν. εἰ δὲ ἔσω ῥέπει, βέλτιον πάλιν ἐν τούτοις ἐστὶν
1. ἅπασιν αὐτῶν τὴν ῥοπὴν ἐς τὴν ἔσω χώραν πεποιῆσθαι.
2. τῶν μὲν οὖν φυμάτων ἡ γένεσις ἐν ἐπιγαστρίῳ τέ ἐστιν ἢ
3. καὶ κατὰ θώρακα. τούτοις γὰρ ὑπόκεινται χῶραι κεναὶ,
4. τὸν παρὰ φύσιν ὄγκον ἐκδεχόμεναι τῶν ἔσω ῥεψάντων
5. φυμάτων. αὐτῶν δὲ τῶν ἐξογκουμένων ἔξω, τὰ ἀπόξεα
6. καὶ κορυφώδη κρείττονα τῶν πλατέων ἐστὶν, ὡς ἂν ὑπὸ
7. θερμοτέρων τε καὶ λεπτοτέρων τῇ συστάσει γινόμενα χυμῶν
8. καὶ διὰ τοῦτο ταχέως ἐκπυϊσκόμενα. τὰ γὰρ ὑπὸ παχέων
9. καὶ γλίσχρων γινόμενα ὡς ἂν ψυχρῶν ἄντων, πλατέα
10. τέ ἐστι καὶ δύσπεπτα καὶ σήπεται μᾶλλον, οὐ πέττεται χρόνῳ
11. πλείονι, σὺν τούτοις δὲ ἐπαινεῖ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα.
12. τὰ γὰρ ἐκ μέρους μέν τινος ἑαυτῶν ἐκπυήσαντα,
13. τὸ λοιπὸν δὲ ἅπαν ἀνεκπύητον ἔχοντα, πρῶτον μὲν αὐτῷ
14. τὰ χρονιώτερα τῶν ἄλλων ἐκπυησάντων εὐθέως εἶναι
15. μοχθηρὰ, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας.
16. ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήσαντα τῶν ἰαμάτων, ἄλλων
17. δὲ τὰ ἀνεκπύητα. καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν
18. περισκλήρων ἐστὶν. ὀνομάζει δὲ περίσκληρα τὰ τὸ μέσον
1. ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυίσκον, ὅσον δὲ ἐν κύκλῳ
2. τούτου σκληρὸν καὶ δυσεκπύητον ἢ ὅλως ἀνεκπύητον. ἐπαινεῖ
3. δὲ καὶ τὰ κατάῤῥοπα φύματα. ταῦτα δέ ἐστιν ὅσα κατὰ
4. τὴν κάτω χώραν τὴν κορυφὴν ἑαυτῶν ἴσχει τῆς ἐκπυήσεως.
5. ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀποῤῥύσεις εὐπετεῖς
6. λαμβάνει, εἰ μὴ λάθοι γέ σε τῶν ἀνωμάλων ὄντα.
7. καὶ τούτοις γὰρ τὸ μέν τι χρηστὸν ὑπάρχει, τὸ δέ τι μοχθηρόν.
8. ὅσα δὲ τὴν ἐκπύησιν ὁμαλὴν ἔχοντα τὴν κορυφὴν
9. ἐν τοῖς κάτω μέρεσι ποιεῖται, ταῦτα ἄριστα. καὶ
10. τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων εἶναί φησιν. εὑρίσκεται
11. γὰρ τῶν δικραίων τὸ μέσον οὐκ ἀπαθὲς μὲν, ἀνεκπύητον
12. δὲ καὶ σκληρόν. εὔδηλον δ’ ὅτι τῶν ἐναντίως
13. ἀλλήλοις διακειμένων φυμάτων ὧν διῆλθεν, ὅσα πλεῖστον
14. ἀλλήλων διαφέρει ταῖς ἰδέαις, ταῦτα καὶ ταῖς δυνάμεσι
15. καὶ τοῖς ἤθεσι διαφέρει πάμπολυ. πλάτος γὰρ ἱκανὸν ἐχουσῶν
16. τῶν εἰρημένων διαφορῶν, ἀναγκαῖον εἶναι μέν τι μέσον
17. τῶν ἐναντίων. ἀποκεχωρηκέναι δὲ τοῦ μέσου τὸ μὲν μᾶλλον,
18. τὸ δὲ ἧττον, οἷον ἐπὶ τῶν σκληρῶν καὶ μαλακῶν· ἐπὶ
1. μιᾶς γὰρ ἀντιθέσεως ὡς ἐπὶ παραδείγματος ἀρκέσει τὸν
2. λόγον ποιήσασθαι. τὸ μὲν σκληρὸν τοῦ μαλακοῦ φαυλότερόν
3. ἐστιν. αὐτοῦ δὲ τοῦ σκληροῦ τὸ μᾶλλον σκληρόν. εἰ
4. δέ ἐστι σκληρότερον, εἴη χαλεπώτατον, οὕτω δὲ καὶ τὸ μὲν
5. μετρίως μαλακὸν, ἀγαθὸν μετρίως ἐστί, τὸ δὲ τελέως μαλακὸν,
6. ἀγαθὸν καὶ τοῦτο τελέως. ἅσπερ οὖν ταύτης τῆς
7. ἀντιθέσεως ἤκουσας, ἐπὶ τὰς εἰρημένας ἁπάσας γε
8. μεταφέροις.