11. Τὸ θηριῶδες φθινοπώρου καὶ αἱ καρδιαλγίαι καὶ τὸ
12. μελαγχολικόν.
14. Εἴτε τὰς ἀσκαρίδας, εἴτε τὰς ἕλμινθας λέγει τὸ
15. θηριῶδες, εἴτε ἐλέφαντα καὶ καρκίνον, εἴτε φθίσιν ὥς
16. τινες ἤκουσαν, εἴτε πᾶν τὸ κακόηθες. εἰκότως ἐν φθινοπώρῳ
17. τὰ τοιαῦτα γίνεται πάντα, διά τε τὴν κακοχυμίαν
18. τῆς ὥρας καὶ τὴν τοῦ περιέχοντος ἀνώμαλον κρᾶσιν. οὐδὲν
1. οὖν θαυμαστὸν εἰ καὶ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ
2. μελαγχολικὸν ἐπικρατεῖ κατὰ τὴν φθινοπωρινὴν ὥραν. ἅπαντα
3. γὰρ ἕπεται ταῦτα τοῖς προειρημένοις αἰτίοις. εἴρηται δὲ
4. ἡμῖν ἐπὶ πλέον ἐν τῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐξηγήσει
5. περὶ τῶν κατὰ τὸ φθινόπωρον ἁπάντων.