8. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς ἐπισκέπτεσθαι
9. καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, ὡς τὸ ἐν δείλῃ παροξύνεσθαι
10. καὶ ὁ ἐνιαυτὸς εἰς δείλην καὶ αἱ ἀσκαρίδες.
12. Κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν οὕτως ἐγέγραπτο πρὸς
13. τὰς ἀρχὰς τῶν νούσων σκεπτέον εἰ αὐτίκα ἀνθεῖ. χρῆται
14. γὰρ ἐνίοτε τῇ πρὸς τὰς ἀρχὰς φωνῇ ὁ Ἱπποκράτης,
15. ὡσεὶ καὶ κατὰ τήνδε τὴν λέξιν εἶπε· πρὸς τὰς ἀρχὰς τῶν
16. νούσων διαφέρει τὸ σκοπεῖσθαι εἰ αὐτίκα ἀνθεῖ, καθάπερ
17. κᾀν τῷ φάναι ὃ καὶ πρὸς τὸ θερμαίνειν καὶ ψύχειν καὶ
1. ξηραίνειν καὶ ὑγραίνειν, πολλὰ ἄν τις εὕροι τοιαῦτα. οὐ
2. γὰρ ὡς ἐναντιούμενος, οὐδ’ ὡς ἀντιλέγων, ἀλλ’ ὡς συνεργοῦντα
3. πρὸς τὸ θερμαίνειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ
4. ὑγραίνειν χρῆται, πολλὰ, φησὶν, ἄν τις εὕροι τοιαῦτα. δέδεικται
5. δὲ καὶ τοῦθ’ ἡμῖν, ἐν οἷς ἐξηγούμεθα τὸ δεύτερον
6. τῶν ἐπιδημιῶν. εἰ δ’ οὐχ οὕτως ἐθέλοι τις ἀκούειν τῆς
7. λέξεως, ἀναγκαῖόν ἐστι τὸ πρὸς τὰς ἀρχὰς ἀντὶ τοῦ κατὰ
8. τὰς ἀρχὰς ἢ περὶ τὰς ἀρχὰς ἀκούειν. οὐ μὴν ἐν ταῖς ἀρχαῖς
9. γε μόναις τοῦτο παραινεῖ σκοπεῖν, ἀλλ’ ἐν ὅλαις ταῖς
10. νόσοις, εἶτα παράδειγμα προσέθηκεν ὃ δυνατόν ἐστιν ἀναγνῶναι
11. διττῶς, καθ’ ἕνα μὲν τρόπον, τὸ ἐς δείλην παροξύνεσθαι
12. καὶ ὁ ἐνιαυτὸς, εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς ἐς δείλην
13. καὶ αἱ ἀσκαρίδες· καθ’ ἕτερον δὲ τρόπον, οἷον τὸ ἐς δείλην
14. παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς ἐς δείλην. εἶτα ἀπ’ ἄλλης
15. ἀρχῆς καὶ ἀσκαρίδες. ἀναλόγως γάρ τινα ἔχειν ἡγεῖται τὴν
16. ἡμέραν πρὸς ὅλον τὸν ἐνιαυτὸν, ὡς τῷ μὲν ἑωθινῷ καιρῷ
17. τὸ ἔαρ ἐοικέναι, τῇ δὲ μεσημβρίᾳ τὸ θέρος, τῇ δὲ ἑσπέρᾳ
18. τὸ φθινόπωρον, τῇ δὲ νυκτὶ τὸν χειμῶνα. λέλεκται δὲ καὶ
1. περὶ τούτων ἐπὶ πλέον ἐν οἷς ἐξηγούμεθα τὴν ἐν τῷ δευτέρῳ
2. τῶν ἐπιδημιῶν ῥῆσιν, ἧς ἀρχὴ, αἱ ἀσκαρίδες δείλης.