Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.16, ed. Kühn, 1828, vol. 17b, p. 861-863. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.16


5. Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ,
6. σημαίνει μετὰ κρίσιν διμηναίῳ τὸ ξύμπαν εἰκοσταίῳ καὶ
7. οἰδήματα ἐς ἄρθρα.

9. Ἅπαντες ὁμοίως πιστεύοντες τοῖς γεγραμμένοις οἱ ἐξηγησάμενοι,
10. μετὰ τοῦ μηδὲ νοεῖν, ὧν ἐπαινοῦσιν, ἔνια. καίτοι
11. τινὰ μὲν, εἰ καὶ κακοζηλότερον εἰπεῖν, οἷον νεῦρα
12. τῆς τέχνης ἐστὶν, τινὰ δὲ πάνυ σμικρὰν ἔχει τὴν ὠφέλειαν,
13. ἔνια δὲ οὐδὲ σμικρὰν, ὥσπερ καὶ τὸ κατὰ τὴν προκειμένην
14. ῥῆσιν. ἐγὼ γὰρ ὅσα μὲν ἀεὶ φαίνεται γινόμενα
15. κατὰ τοὺς ἀῤῥώστους, ὡσαύτως ἀξιομνημόνευτα νομίζω, καὶ
16. τούτων αὐτῶν μάλιστα τὰ μεγάλην ἔχοντα τὴν χρείαν,
17. ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγον, ἐπὶ τῆς κατὰ τὸ ῥῖγος
1. προγνώσεως. ἐν σφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετ’ ἀγρυπνίας
2. καὶ ἄσης καὶ δίψους καὶ δυσφορίας, ἔσθ’ ὅτε δὲ καὶ
3. παραφροσύνης, ἁπάντων ταραττομένων καὶ κλαιόντων τῶν
4. οἰκείων τοῦ κάμνοντος, ἔνεστιν ἐπιστημονικῶς προειπόντα
5. ῥῖγός τε καὶ ἱδρῶτα καὶ λύσιν τοῦ νοσήματος, Ἀσκληπιὸν
6. εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου, πρῶτον μὲν οὐ
7. σαφές ἐστιν ὃ λέγει. δεύτερον δὲ κᾂν ἁπάσας αὐτοῦ τὰς
8. πιθανὰς ἐκδοχὰς ὑπόθηταί τις ἔχεσθαι τῆς τοῦ γράψαντος
9. γνώμης, οὐδὲν ἐξ αὐτῶν ἐστι προειπεῖν ὑποκείσθω γάρ τι
10. νήπιον βῆττον, ἅμα γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ,
11. κᾄπειτα κρινόμενον ὁπωσοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βούληταί
12. τις, εἴτ’ οὖν ὀγδοηκοστῇ μετὰ τὴν ἀποκύησιν, εἴθ’ ἑξηκοστῇ,
13. διττῶς γὰρ ἐξηγήσαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ
14. τὸ σύμπαν εἰκοσταίῳ, τινὲς μὲν δὲ ἀπὸ γενετῆς διμηνιαῖον
15. εἶναι βουλόμενοι, καθ’ ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοσταῖον
16. δ’ ἀφ’ ἧς ἡμέρας ἤρξατο νοσεῖν, τινὲς δὲ διμηνιαίῳ
17. γινομένῳ τὴν νόσον ἀρξαμένην κριθῆναι μεθ’ ἡμέρας
18. εἴκοσι, καὶ τούτων οὕτως ἐχόντων ἡμᾶς προλέγειν, ὅτι τούτῳ 
1. τῷ παιδίῳ καὶ ἀπόστασίς τις εἰς ἄρθρα γενήσεται μετὰ
2. τὴν κρίσιν. καὶ μὴν οὔτε διὰ παντὸς οὔθ’ ὡς τὸ πολὺ συμβήσεται
3. τοῦτο. χρὴ δὲ τὰς προῤῥήσεις ἢ ἀμεταπταίστους
4. εἶναι διὰ παντὸς ἢ σπανιάκις σφάλλεσθαι. τὸ δ’ ὀλιγάκις
5. μὲν ἐπιτυγχάνειν, πλεονάκις δ’ ἀποτυγχάνειν, οὐ τεχνικόν.

Cliquer un n° de page pour en afficher l’image