2. Λύσειε δ’ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα
3. καὶ βαθέα ᾖ· τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως
4. παιδίοισιν.
6. Παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾷν, τὴν ἔκθυσιν εἴρηκεν
7. ἐκτεινομένης τῆς μέσης συλλαβῆς, ὡσεὶ καὶ ἐξόρμησιν
8. εἴρηκε. λύειν δ’ αὐτά φησι τὰς ἀποσκήμματος δεομένας
9. διαθέσεις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τουτέστιν εἰ μὴ
10. κακοήθη μάλιστα γένοιτο· καὶ γὰρ ἀνιαρὰ τοῖς βρέφεσιν, οὐ
11. δυναμένοις φέρειν οὔτε τὰς ὀδύνας οὔτε τὴν θεραπείαν,
12. καὶ ἄλλως δυσίατα τὰ τοιαῦτα.