Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1.2, ed. Kühn, 1828, vol. 17b, p. 799-815. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:1.2


5. Ὁκόσῃσι ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων
6. ἐς καρηβαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα αἱ
7. ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ
8. ἢ δέκα μησὶ εἰς ἰσχίον τελευτᾷ.

10. Ὃ καλοῦσιν ἄμβλωσιν οἱ Ἀττικοὶ, τοῦτο συνήθως
11. Ἱπποκράτης ἀποφθορὰν ὀνομάζει καὶ τὰ ῥήματα δὲ τὰ περικείμενα
12. τῇ προσηγορίᾳ τῇδε καὶ τὰς ὑπὸ τῶν γραμματικῶν
13. ὀνομαζομένας μετοχὰς ἀνάλογον αὐτῇ γράφει. τὸ δ’ ἀμβλώσκειν,
14. ἴσως γάρ τις ἀγνοεῖ καὶ τοῦτ’ αὐτὸ, κατὰ τῆς
15. ἀτελοῦς τῶν ἐμβρύων ἐκπτώσεως ἐπιφέρουσιν, ὅπως ἂν ᾖ
16. γεγονυῖα, καὶ τὰ φάρμακα δὲ τὰ τοῦτο ἐργαζόμενα καλοῦσιν
17. ἀμβλωτικά. τὸ μὲν οὖν σημαινόμενον ὑπὸ τῆς λέξεως ἅπαξ
1. εἰρῆσθαι νῦν ἀρκέσει. τῶν δὲ χρησίμων ἀρκτέον ἤδη τοσοῦτον
2. ἐπισημηναμένους, ὡς ταύτην τὴν ῥῆσιν οἱ παλαιοὶ
3. τῶν ἐξηγητῶν ἐν τῇδε τῇ λέξει γράφουσιν. ὁκόσῃσιν
4. ἀπὸ φθορῆς περὶ ὑστέρας καὶ οἰδημάτων εἰς καρηβαρίας τρέπεται,
5. φθορὰν, οὐκ ἀποφθορὰν βουλόμενοι δηλονότι τὴν
6. ἄμβλωσιν ὀνομάζειν. οἱ δὲ προστιθέντες τὴν ἐξ πρόθεσιν,
7. ἀποφθορὰν δηλονότι αὐτὴν ἐβουλήθησαν καλεῖσθαι. καὶ
8. φαίνεται μὲν οὖν οὕτω πολλάκις ὀνομάζειν Ἱπποκράτης. εἰ
9. μέντοι καὶ νῦν ἄδηλον· ὥσπερ δ’ ἐν τούτῳ, κᾂν διαφερόντως
10. γράφωσι, τὴν αὐτὴν τοῦ λόγου φυλάττουσι διάνοιαν,
11. οὕτω κᾀν τῷ περὶ ὑστέρας πληθυντικῶς ἢ ὑστέρην ἑνικῶς
12. ἢ καρηβαρίην ἢ καρηβαρίας πληθυντικῶς, οὐχ ὑπαλλάττουσι
13. τὴν τοῦ λόγου διάνοιαν. ὅθεν ἐγὼ Γαληνὸς παρῃτησάμην
14. καὶ τοιαύτας ἐν τῇ λέξει διαφωνίας κρίνειν, ὅσαι τῶν δηλουμένων
15. πραγμάτων οὐδὲν ὑπαλλάττουσι. τὸ γοῦν λεγόμενον
16. ὑφ’ Ἱπποκράτους τοιοῦτόν ἐστιν. αἷς ἂν γυναιξὶν ἐπὶ
1. διαφθορᾷ τῶν ἐμβρύων, οἰδήματα ἐχούσαις, ἐν τῇ μήτρᾳ
2. κατὰ συμπάθειαν ἀκολουθήσῃ καρηβαρία, ταύταις κατὰ τὸ
3. βρέγμα γίνεσθαι τὴν ὀδύνην. ὡσαύτως δὲ καὶ ἄλλας καρηβαρίας,
4. ὅσαι διὰ τὰ τῆς μήτρας πάθη γίνονται, κατὰ τὸν
5. αὐτὸν λόγον ἐρειδούσας ἔχειν τὰς ὀδύνας εἰς τὸ βρέγμα.
6. πρῶτον μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι τί ποτε
7. σημαίνει τὸ τοῦ οἰδήματος ὄνομα. φαίνεται γὰρ ὁ Ἱπποκράτης
8. ἀεὶ, καθότι δέδεικται πολλάκις, ἅπαντας τοὺς παρὰ
9. φύσιν ὄγκους οὕτως ὀνομάζειν, ἐάν τε ἀνώδυνοι καὶ
10. σκληροὶ τυγχάνωσιν ὄντες, οὓς ὀνομάζουσιν ἰδίως σκίῤῥους,
11. ἐάν τε ὀδύνην ἔχωσιν, οὓς ὀνομάζουσιν ἰδίως φλεγμονὰς,
12. ἐάν τε ἀνώδυνοί εἰσι καὶ χαῦνοι, καλοῦσι δὲ μόνους
13. τούτους οἰδήματα, νυνὶ μέντοι φαίνεται τοιούτων οἰδημάτων
14. μνημονεύειν, ὅσα τε χρονίσαι δύναται καὶ καρηβαρίαν ἐργάσασθαι,
15. τουτέστι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἐπὶ ταῖς
16. διαφθοραῖς τῶν ἐμβρύων εἴωθε γίνεσθαι τοῦτο, τὸ φαινόμενον
17. αὐτὸ μαρτυρεῖ. τίς δ’ ἐστὶν ἡ αἰτία τοῦ μᾶλλον τῶν
18. ἄλλων τῆς κεφαλῆς μερῶν ὀδυνᾶσθαι τὸ βρέγμα πειρασθέντες
1. εὑρεῖν ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀλλήλοις
2. διηνέχθησαν, ἔνιοι μὲν τὸ κατ’ ἴξιν, ὅπερ ἐστὶ τὸ κατ’ εὐθυωρίαν,
3. αἰτιασάμενοι· τοῖς μὲν γὰρ κατ’ ὀσφύν τε καὶ
4. ὅλως τὴν ῥάχιν ἐν πάθει τινὶ γενομένοις μορίοις ἐπὶ τὸν
5. ὀπίσθιον ἐγκέφαλον ἀνήκειν φασὶ τὴν εὐθυωρίαν· τινὲς δὲ
6. καὶ τῆς μήτρας αὐτῆς τοῖς μὲν τὰ ὄπισθεν πάσχουσι τὰ
7. κατὰ τὸ ἰνίον φασὶ συμπάσχειν, τοῖς δὲ τὰ πρόσω τὰ
8. κατὰ τὸ βρέγμα· τινὲς δὲ ἀποχωρήσαντες ἀπὸ τοῦ κατ’ εὐθυωρίαν,
9. ὃ δὴ καὶ κατ’ ἔξιν ὁ Ἱπποκράτης ὀνομάζει, συμπάσχειν
10. φασὶ τῇ μήτρᾳ τὸν ἐγκέφαλον, ὡς ἂν νευρώδει μορίῳ
11. νεύρων ἀρχὴν ὄντα αὐτὸν καὶ διὰ τοῦτο γίνεσθαι τὰς
12. καρηβαρίας, ἅτε δὴ πλείστου κατὰ τὸ βρέγμα κειμένου
13. τοῦ ἐγκεφάλου, κατὰ τοῦτο διασημαίνειν μάλιστα τὴν ὀδύνην.
14. ἔνιοι δὲ ἀσθενέστατον εἶναι τοῦτο τὸ μέρος τῆς κεφαλῆς
15. εἰπόντες εἰκότως φασὶ μειζόνως τῶν ἄλλων αὐτὸ πάσχειν.
16. ὅσοι μὲν γὰρ ἀπὸ τῶν μέσων τοῦ ἐγκεφάλου τῶν κατὰ τὸ
17. βρέγμα ἐπὶ τὰς μήτρας νεῦρα πεφυκέναι λέγουσι, τούτων
18. οὐδὲ μεμνῆσθαι καλὸν, ὥσπερ ἴσως οὐδὲ τῶν φασκόντων 
1. διότι νευρώδης ἡ μήτρα, διὰ τοῦτο αὐτῇ συμπάσχει τῶν
2. νευρῶν ἡ ἀρχή. πῶς γὰρ οὐκ ἂν ἐγγὺς μᾶλλον ὂν τὸ περιτόναιον
3. καὶ τὰ ἔντερα καὶ ἡ γαστὴρ καὶ τὸ διάφραγμα
4. συνεπάθησεν αὐτῇ, νευρώδη γε ὄντα καὶ αὐτά. τούτων δὲ
5. ἔτι χείρους οἱ λέγοντες τοῖς ὄρχεσι τὸν ἐγκέφαλον συμπάσχειν,
6. ἐπειδὴ καὶ αὐτοὶ τὴν αὐτὴν ἔχουσιν οὐσίαν ἐγκεφάλῳ
7. καὶ διὰ τοῦτο καὶ τῇ μήτρᾳ, καὶ γὰρ καὶ ταύτην ὄρχεις
8. ἔχειν. ἐὰν δὲ καὶ τῶν ἔτι φαυλοτέρων ἢ κατὰ τούτους
9. μνημονεύω, τάχ’ ἄν τις ἐγκαλέσει μοι καὶ φήσει μηδ’ ὧν
10. ὀλίγον ἔμπροσθεν ἔγραψα μεμνῆσθαί με. κάλλιον οὖν ἦν
11. παρῃτημένον τὰς φλυαρίας αὐτῶν ἅπαξ μηδ’ ὅλως ἔτι μνημονεύειν
12. ὧν εἰρήκασι. τῶν δὲ λεγόντων νευρώδη τὴν μήτραν
13. εἶναι κατὰ μέν τι σημαινόμενον ἀληθῆ τὸν λόγον
14. ἡγητέον εἶναι, καθ’ ἕτερον δὲ ψευδῆ. τρία γάρ ἐστι γένη
15. σωμάτων ὁμοιομερῶν ἐν τοῖς ζώοις ἄναιμά τε καὶ ἀκοίλια
16. φαινόμενα, τὰ μὲν ἐξ ὀστῶν, τὰ δ’ ἐξ ἐγκεφάλου καὶ νωτιαίου,
1. τὰ δὲ ἐκ μυῶν φυόμενα. ὀνομάζεται δὲ ὑπὸ μὲν
2. Ἱπποκράτους τοὐπίπαν τὸ μὲν πρῶτον αὐτῶν εἰρημένον
3. σύνδεσμος, τὸ δὲ δεύτερον νεῦρόν τε καὶ τόνος, τὸ δὲ τρίτον
4. τένων. ἔνιοι δὲ νεῦρα πάντα καλέσαντες δι’ ἣν εἶπον
5. ὁμοιότητα τὸ μὲν πρῶτον αὐτῶν γένος συνδετικὸν εἶναί
6. φασι, τὸ δὲ δεύτερον αἰσθητικόν τε καὶ προαιρετικὸν, τὸ
7. δὲ τρίτον ἀπονεύρωσιν ὀνομάζουσιν. ἀλλ’ οὐδ’ ἐξ ἑνὸς τῶν
8. τριῶν τούτων γενῶν ἡ μήτρα μετέχει νεύρων πολλῶν. ἐπεὶ
9. δ’ ἔκτασίν τε καὶ συστολὴν ἄχρι πλείστου τὸ σῶμα αὐτῆς
10. φαίνεται ποιούμενον, ὃ μήτε τοῖς σαρκώδεσι μήτε τοῖς
11. πιμελώδεσι μορίοις ὑπάρχει, κατὰ τοσοῦτον νευρώδη προσαγορευόμενον
12. αὐτὴν ἀπό τινος ὁμοιότητος, κᾀνταῦθα
13. παράγωγον ὄνομα τῶν νεύρων ποιησάμενοι, καθάπερ ἀμέλει
14. καὶ τὴν κύστιν οὕτω προσαγορεύειν εἰώθασι καὶ τἄλλα πάντα
15. τὰ λευκὰ καὶ ἄναιμα κατὰ τὴν οὐσίαν, ὅταν ἐκτείνεσθαί τε
16. μέχρι πλείστου καὶ πάλιν εἰς ἑαυτὰ συνιζάνειν φαίνηται.
17. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὴν τοῦ καλουμένου καυλοῦ φύσιν
1. ἐν τοῖς τῶν ἀῤῥένων αἰδοίοις νευρώδη φασὶν εἶναι καὶ
2. τῆς μήτρας τὸν τράχηλον. εἰσὶ δ’ οἳ καὶ σηραγγῶδές τε
3. νεῦρον ὀνομάζουσι τὸν καυλὸν τοῦ αἰδοίου καὶ δι’ ἐκεῖνον
4. καὶ ὅλον αὐτὸ νευρῶδες καλοῦσι. κᾄπειτα ἐπιλαβόμενοι
5. τῆς ὁμοιότητος οὐ κατὰ τὴν δύναμιν τῶν ὄντως νεύρων,
6. ἀλλὰ κατὰ τὴν σωματικὴν οὐσίαν αὐτῆς οὔσης ζητοῦσι
7. διὰ τί συμπαθείας οὐ φέρει μεγάλας ταῖς τῶν νεύρων ἀρχαῖς
8. ὁ καυλός. ἀρχὰς δὲ δηλονότι νεύρων ἐγκέφαλόν τε καὶ
9. νωτιαῖον λέγω, καὶ κατὰ τὴν μήτραν τοίνυν ἐμφύεται μέν
10. τινα νεῦρα πάντως, ἢ οὐκ ἂν ᾐσθάνετο. μικρὰ δ’ ἐστὶ
11. πάνυ ταῦτα παραβαλλόμενα τῷ μεγέθει τοῦ μορίου καὶ διὰ
12. τοῦτο ζητήσεως οὐ μικρᾶς ἐστιν ἄξιον, ἐάν τις θέλῃ φυσιολογεῖν
13. τὰ τοιαῦτα. τί δή ποτε ἔνιαι τῶν ὑστερικῶν ὀνομαζομένων
14. γυναικῶν συνολκαῖς καὶ τάσεσι σπασμῷ παραπλησίαις
15. ἁλίσκονται. ἀλλ’ ἐπὶ τε φλεγμαινούσης μήτρας οὐ
16. πάνυ τι φαίνεται τοῦτο γινόμενον, ὥσπερ οἱ πυρετοὶ πάνυ
17. σφοδροὶ καὶ θερμοὶ, δι’ οὓς ἡ γλῶσσα γίνεται λιγνυώδης,
1. ὡς αὐτὸς ἑξῆς ἐρεῖ κατὰ τοῦτο τὸ βιβλίον. ἐχρῆν οὖν καὶ
2. ταῦτα ζητῆσαι πρῶτον, ὅσοι περὶ συμπαθείας τι τῆς κεφαλῆς
3. ἣν πρὸς τὴν μήτραν ἴσχει λέγειν ἐπιχειροῦσιν· ὅτι μὲν
4. γὰρ θερμοὺς καὶ σφοδροὺς ἐπιφέρει πυρετοὺς οἱ τοῖς ἔργοις
5. ὁμιλήσαντες ἴσασιν, οὐχ ὡς οἵ γ’ ἐν Ἀλεξανδρείᾳ σοφιστεύσαντες,
6. ὑφ’ ὧν ἐπληρώθη μάλιστα μακρῶν καὶ ψευδῶν
7. λόγων τὰ βιβλία, τοῖς ἐξ ἀγέλης ἥκουσι τοὐπίπαν ὁμιλοῦσι
8. μειρακίοις, μήθ’ ἑορακόσιν ἀῤῥώστους μήτ’ αὐτοὶ
9. τετριμμένοι περὶ τοῦτο. πάνυ γὰρ ἠμέληται τοῖς ἐκεῖ πᾶσιν
10. ἀνθρώποις τὰ κατὰ δίαιταν. ὅσοι τοίνυν ἑοράκασιν
11. ἐπὶ μήτρᾳ φλεγμαινούσῃ νοσούσας γυναῖκας, ἴσασιν ὅπως
12. θερμοὶ καὶ σφοδροὶ πυρετοὶ καταλαμβάνοντες ὅλον τὸ σῶμα
13. διακαίονται τὴν κεφαλὴν ὁμοίως τοῖς καὶ χωρὶς τοῦ παθεῖν
14. τι τὴν μήτραν τοιούτοις γινομένοις. ἀλλὰ κᾂν μὴ πυρέττον
15. ἐπιδήλως, αἷς ἐπέσχηται τὰ καταμήνια, κίνδυνός ἐστιν
16. ἐν τάχει πυρέξαι, καὶ ταύταις ἡ κεφαλὴ βαρεῖα καὶ
17. πλήρης ἀτμῶν τε καὶ θερμῶν χυμῶν γίνεται καὶ διὰ τοῦτο
1. αὐτῶν ἔνιαι κωματώδεις εἰσὶν, εἴτε πυρέξουσιν εἴτε μή.
2. ταῦτα μὲν οὕτω φαίνεται γινόμενα. τίς δ’ ἐστὶν αἰτία δι’
3. ἣν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι τῆς ὑστέρας ἡ κεφαλὴ
4. πληροῦται μετὰ ταῦτα ἐχρῆν ζητεῖν, εὐχόμενον μὲν εὑρεῖν,
5. εἰ δὲ μὴ, ἀλλὰ τό γε φαινόμενον ἐκ τῆς ἐμπειρίας φυλάττοντά
6. τε καὶ μεμνημένον. ἐπιχειρήσομεν οὖν ἡμεῖς εἰπεῖν
7. τινὰς περὶ τῶν οὕτως φαινομένων αἰτίας, ἐντεῦθεν
8. ἀρξάμενοι. τῶν κατὰ τὸ σῶμα ἁπάντων μορίων πλείστας
9. τε καὶ μεγίστας φλέβας ἔχουσιν αἱ μῆτραι, καὶ ὅταν γε κακοπραγῶσιν
10. ἐξ ἐπισχέσεως καταμηνίων ἢ λοχείων ἢ διά
11. τινα φλεγμονὴν ὁπωσοῦν γινομένην, ἀναγκαῖον αὐτὰς αἵματος
12. ἐμπίπλασθαι, κᾂν ἐπ’ αὐτῷ σηπομένῳ πυρετὸς ἀνάπτηται,
13. ἀπὸ τῆς ἰδέας τῶν συνόχων ἀναγκαῖον
14. αὐτὸν γενέσθαι. δέδεικται γὰρ ἐφ’ αἵματι σηπομένῳ τοὺς
15. τοιούτους ἀνάπτεσθαι πυρετοὺς, ἀτμῶν θερμῶν πλῆθος
16. οὐκ ὀλίγον ἀναπέμποντας ἐπὶ τὴν κεφαλήν. ὅτι δὲ ὑφ’ ἧς 
1. ἂν αἰτίας ἡ κεφαλὴ πληρωθῇ τοιούτων ἀτμῶν, αἱ καρηβαρίαι
2. μάλιστα κατὰ τὸ βρέγμα φαίνονται, λυποῦσαι τὸν
3. ἄνθρωπον, οἶς τῶν ἔργων τῆς τέχνης φροντὶς ἐγένετο, φθάνουσι
4. γινώσκοντες πρὶν παρ’ ἡμῶν ἀκοῦσαι. ἀλλὰ τίς ἡ
5. αἰτία τοῦ συμβαίνοντος ἴσως ἀκοῦσαι ποθήσεις· ἐρῶ τοίνυν
6. γέ σοι τήν γέ μοι δοκοῦσαν εἶναι πιθανωτάτην καὶ
7. ταύτην οὐ μίαν, ἀλλὰ πλείους. πρῶτον μὲν γὰρ, ὅτι τοὺς
8. εἰρημένους θερμοὺς ἀτμοὺς εὔλογόν ἐστι διὰ τῶν ἀρτηριῶν
9. ἐπὶ τὴν κεφαλὴν ἀναφέρεσθαι καὶ ταύτας ἐστὶν ἰδεῖν κατ’
10. εὐθὺ τοῦ βρέγματος ἀνερχομένας ἐκ τοῦ τραχήλου τῆς καλουμένης
11. χοάνης ἑκατέρωθεν. ἔπειτα δ’ ὅτι καὶ διαπνεῖσθαι
12. καθ’ ὅλον τὸν τῆς ὑγείας χρόνον εἴθισται τὰ λεπτὰ
13. καὶ ἀτμώδη τῶν τοῦ ἐγκεφάλου περιττωμάτων κατὰ τὸ βρέγμα
14. μάλιστα· καὶ γὰρ κατὰ τοῦτο ἀραιόταταί εἰσιν αἱ ῥαφαὶ
15. καὶ τὸ κράνιον αὐτὸ λεπτότατόν τε καὶ σηραγγωδέστατον,
16. ἔτι τε πρὸς τούτοις αἰσθητικὰ σώματα κατὰ τὰς ῥαφάς
17. ἐστι πλείω· καὶ γὰρ ὑμένες τινὲς συνάπτουσι τὴν παχεῖαν
18. μήνιγγα τῷ περικρανίῳ καὶ πλῆθος ἀγγείων λεπτῶν
1. διεξέρχεται. τῶν δ’ ἴσων κατὰ τὸ μέγεθος παθημάτων μᾶλλον
2. αἰσθάνονται τὰ αἰσθητικώτερα φύσει, τὰ δὲ μᾶλλον
3. αἰσθανόμενα μᾶλλον ὑπὸ τῶν ὀδυνηρῶν αἰτίων ἀνιᾶται.
4. διὰ ταῦτα μὲν δὴ κατὰ τὸ βρέγμα εἰσὶν αἱ ὀδύναι. καταλείπεται
5. δὴ τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ὀκτὼ ἢ δέκα μησὶν
6. ἐς ἰσχίον τελευτᾷ, τουτέστι κατασκήπτει τὸ νόσημα
7. ταῖς οὕτως ἐχούσαις. ἐπεὶ δὲ ἀξιοῦσιν ἔνιοι οὐκ ἐν ὀκτὼ
8. καὶ δέκα μησὶν, ἀλλ’ ἐν ὀγδόῳ ἢ δεκάτῳ, καὶ φασὶν ἐν πολλοῖς
9. τῶν ἀντιγράφων εὑρίσκεσθαι καὶ μάλιστα τῶν παλαιοτάτων
10. τὸ στοιχεῖον τὸ η΄ καὶ πάλιν τὸ ι΄ στοιχεῖον, η΄ μὲν
11. ἀντὶ τῶν ὀκτὼ γεγραμμένον, ι΄ δὲ ἀντὶ τῶν δέκα, προσεπισκέψωμεν
12. καὶ τὴν ἐν τούτοις διαφοράν. ἐὰν μὲν γὰρ ἐν
13. ὀκτὼ ἢ δέκα μησὶ λέγωμεν ἐς ἰσχίον τελευτᾶν, ἀπὸ τῆς
14. ἀμβλώσεως, οὐκ ἀπὸ τῆς συλλήψεως ἀριθμήσομεν· ἐὰν δὲ
15. ἐν ὀγδόῳ ἢ δεκάτῳ μηνὶ, τὸν ἀπὸ τῆς συλλήψεως οὕτω
16. χρόνον δηλοῦσθαι φήσομεν. ἐμοὶ δ’ οὐκ ἀδύνατον τοῦτο
17. φαίνεται καθ’ ἑκατέραν τῶν λέξεων ἑκατέρως ἀκούειν καὶ
18. χρὴ τοῦ λεγομένου τὴν κρίσιν ἐπὶ τῇ πείρᾳ τίθεσθαι,
1. καθάπερ ἐγὼ διὰ παντὸς ἐπὶ πάντων τε τῶν τοιούτων
2. ἐποίησα καὶ τοῦδε τοῦ νῦν εἰρημένου. καί μοι παραφυλάττοντί
3. ποτε ἐν μ΄ ἡμέραις, ἐνίοτε δ’ ἐν δύο μησὶν ἢ
4. τέτταρσιν ἐφάνη τελευτῆσαν τὸ νόσημα, τισὶ δὲ καὶ μέχρι
5. πλειόνων ἐξετάθη, καί τινες ὄντως ἐς ὄγδοον ἦλθον
6. μῆνα καὶ ἄλλαι τινὲς ἐς δέκατον. ἐθεασάμην δὲ καὶ τὴν
7. εἰς ἰσχίον ἐκ μήτρας ἀπόστασιν, ἀλλ’ οὐκ ἐπὶ πολλῶν, καίτοι
8. πολλὰς ἐφ’ ὑστέρᾳ κακοπραγούσῃ χρονίως πασχούσας
9. εἶδον. ὀκνηρῶς οὖν εἶχον ζητεῖν τὴν αἰτίαν οὗ μήπω τὴν
10. ὕπαρξιν εὗρον ἀληθευομένην. ὁ γὰρ Ἀριστοτέλης ἀξιοῖ
11. προεγνωσμένου βεβαίως τοῦ ὅτι, ζητεῖσθαι χρῆν τὸ διότι.
12. πρὶν δ’ ὅτι γίνεται βεβαίως μαθεῖν, εἴ τις ζητοίη τὸ
13. διότι, φανερός ἐστιν ἀδολεσχεῖν τε καὶ ληρεῖν προῃρημένος,
14. οὐ τἀληθὲς εὑρεῖν ὀρεγόμενος. οἱ γοῦν ἐπιχειρήσαντες εἰπεῖν
15. καὶ τοῦδε τὴν αἰτίαν τοιαῦτα λέγουσιν. ὅσοι
16. μὲν γὰρ ἀπὸ τοῦ τῆς ἀμβλώσεως χρόνου εἰς ὀκτὼ ἢ δέκα
1. μῆνας ἀριθμεῖν ἀξιοῦσι, τὴν ὑστέραν φασὶν εἰθίσθαι κακοπαθεῖν
2. ἐν δυσὶ τούτοις χρόνοις, ὀγδόῳ καὶ δεκάτῳ μηνί.
3. κατὰ μὲν γὰρ τὸν ὄγδοον μῆνα στρέφεσθαι τὸ ἔμβρυον,
4. ἀποκυίσκεσθαι δ’ ἐν τῷ δεκάτῳ. καὶ νῦν οὖν ταῖς αὐταῖς
5. προθεσμίαις τὴν τῶν λυπούντων ἀπόκρισιν ποιεῖσθαι δι’
6. ἀποσκήμματα εἰς χωρίον πλησίον τε κείμενον καὶ δέξασθαι
7. τὰ πεμπόμενα δυνάμενον. ὅσοι δ’ ἀπὸ τοῦ τῆς συλλήψεως
8. χρόνου κελεύουσιν ἀριθμεῖν, εὐλογώτερον εἶναί φασιν, ὡς εἰ
9. καὶ μηδεμία μεταξὺ φθορὰ περὶ τὸ ἔμβρυον ἐγεγόνει, νεωτέραν
10. δ’ ἄν τινα κίνησιν ἡ μήτρα περὶ αὐτὸ κατὰ τοὺς
11. χρόνους τούτους ἔσχεν ἢ στρεφόμενον ἢ ἐκκρινόμενον, οὕτω
12. καὶ νῦν ἴσχειν. ἑκάτεροι δ’ ἁμαρτάνουσι τὰς κινήσεις
13. τοῦ ἐμβρύου ταῖς ὑστέραις ἀνατιθέντες. εἴτε γὰρ
14. στρέφεται κατὰ τὸν ὄγδοον μῆνα, πάντως δήπου τὴν κίνησιν
15. ταύτην ἔξ ἑαυτοῦ ποιεῖται, τήν τ’ ἀποκύησιν, ὅταν κινούμενον
16. ἰσχυρότερον ἀποῤῥήξῃ τινὰ τῶν περιεχόντων ὑμένων,
17. λαμβάνει, τοῦτο γὰρ κᾀν τῷ περὶ παιδίων φύσεως
18. εἴρηται κατὰ τήνδε τὴν λέξιν· Ὅταν δὲ τῇ γυναικὶ ὁ τόκος
1. παραγίνηται, συμβαίνει τότε τῷ παιδίῳ κινουμένῳ καὶ
2. ἀσκαρίζοντι καὶ χερσὶ καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων
3. τῶν ἐσωτάτω. ῥαγέντος ἑνὸς οἱ λοιποὶ ἀκινδυνοτέρην δύναμιν
4. ἔχουσι καὶ ῥήγνυται πρῶτος μὲν ὁ ἐκείνου ἐχόμενος,
5. ἔπειτα ὁ ὕστατος. ὅταν οὖν μηκέτι ἐν τῇ μήτρᾳ περιέχηται
6. τὸ παιδίον ἀμβλωθὲν, οὐδὲ τὰς κινήσεις αὐτοῦ σώζεσθαι
7. δυνατόν ἐστιν. ὁμοίως δὲ τούτοις εἰσὶν ἀπίθανοι καὶ
8. ὅσοι φασὶ τὸν ἕβδομον μῆνα καὶ τὸν ἔνατον τὰς ἀποκυήσεις
9. τῶν ἐμβρύων ἔχειν. τὸν δὲ ὄγδοον καὶ δέκατον τὰς παρὰ
10. φύσιν ἀποστάσεις ὑστεριζούσας ἑνὶ μηνὶ τῶν κατὰ φύσιν,
11. ὅπερ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν εἰρῆσθαί φασι, κατ’
12. ἐκείνην τὴν λέξιν, ἐν ᾖ φησι, τῇ ὑστεραίῃ, ὡσανεὶ τῷ
13. ὑστέρῳ χρόνῳ ἢ μηνί. προεξηγησάμεθα δὲ τοῦτο κατ’
14. ἐκεῖνο τὸ βιβλίον, ἐγὼ δὲ εἰ λεγόμενον αὐτὸ πρότερον ἑοράκειν
15. οὕτως ἔχον, ἐζήτουν ἂν αὐτοῦ φιλοπονώτερον τὴν
16. αἰτίαν. ἐπεὶ δ’ ἐν πολλαῖς χρόνων προθεσμίαις ἐθεασάμην
17. τὰ τῆς ὑστέρας πάθη κρινόμενα καὶ συμφωνοῦντά γε ταῖς
18. τῶν κρισίμων ἡμερῶν περιόδοις, ἃς αὐτὰς ἐδίδαξεν ἐν προγνωστικῷ, 
1. καταλείπω τὴν ζήτησιν τῆς αἰτίας, οὔτε διὰ
2. παντὸς ὁρῶν τὸ εἰρημένον οὕτως ἔχον οὔθ’ ὡς πολύ. τεθεαμένον
3. δ’ ἴσως κατὰ τύχην ἐπὶ δυοῖν ἢ τριῶν γυναικῶν
4. τὸν ταῦτα γράψαντα συμβὰν οὕτως, εἴθ’ ὁ Ἱπποκράτης
5. αὐτός ἐστιν εἴτε Θέσσαλος εἴτ’ ἄλλος τις, ἀποφήνασθαι
6. προπετέστερον ἡγοῦμαι καθολικὴν ἀπόφασιν ἐπὶ πράγματι
7. μήτε διὰ παντὸς, ὡς ἔφην, μήτε πολλάκις γινομένῳ. ταῦτα
8. μὲν οὖν ἡμῖν τέλος ἐχέτω. μνημονεύσωμεν δὲ τῶν προθέντων
9. ἐν τῇ γραφῇ τὸν καὶ σύνδεσμον ἐν τῷ μεταξὺ τοῦτο,
10. ἐς καρηβαρίην τρέπεται καὶ τοῦ κατὰ τὸ βρέγμα ὀδύναι
11. καὶ ποιήσωμεν ὅλην τὴν γραφὴν τοιάνδε· ὅσῃσιν ἀπὸ φθορῆς
12. περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην
13. τρέπεται καὶ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ὅσαι ἄλλαι ἀπὸ
14. ὑστερέων, ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ.
15. ἰατρικὸν γάρ τινα διορισμὸν εἰς πρόγνωσιν χρήσιμον, οὐκ
16. αἰτιολογικὸν ἐπεισάγουσι τῷ πρόσθεν λόγῳ τοιαύτην ἀξιοῦντες
17. εἶναι τὴν διάνοιαν. ὅσαις γυναιξὶν οἰδημάτων
1. ἐν ταῖς μήτραις, ἐπ’ ἀμβλώσει γινομένων, ἐς καρηβαρίαν
2. τρέπεται καὶ κατὰ τὸ βρέγμα αὐταῖς ὀδύναι γίνονται ταύταις
3. ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον μετάστασίς ἐστι τῶν
4. τὰς μήτρας λυπούντων, ὡς οὔτε πάντων τῶν κατὰ τὰς
5. ὑστέρας οἰδημάτων καὶ τὸ βρέγμα τὰς ὀδύνας ἐργαζομένων
6. οὔτε πάντων ἐς ἰσχίον κατασκηπτόντων, ἀλλ’ ἐκείνων μόνον
7. ὅσα κατὰ τὸ βρέγμα ποιεῖται τὰς ὀδύνας. ἀλλ’ οὐδὲ τοῦτο
8. παραφυλάξας εὗρον οὕτω γινόμενον, οὐ μὴν οὐδ’ αὐτοί τινα
9. λόγον αὐτοῦ λέγουσι. διὰ τί γὰρ ἐκεῖνα μόνα τῶν κατὰ
10. τὰς μήτρας οἰδημάτων ἐς ἰσχίον ἀποσκήπτειν ἀξιοῦσιν ὅσα
11. κατὰ τὸ βρέγμα τὰς ὀδύνας ἐποιήσατο, λέγειν οὐκ ἔχουσιν.
12. οὐδ’ ἡμεῖς οὖν αὐτοῖς πιστεύσομεν, ὡς ἂν μήτε δι’ ἐμπειρίας
13. εἰληφότες τοῦ λόγου τὴν πίστιν μήτ’ ἐκ τῆς τοῦ πράγματος
14. φύσεως ἐνδεικτικῶς. εὔδηλον δ’ ὅτι καὶ τὴν λέξιν
15. ἐκείνην, καθ’ ἣν καὶ ἄλλαι ἀπὸ ὑστερέων ὁ Ἱπποκράτης
16. ἔγραψεν, ἐξηγοῦνται διττῶς. ἔνιοι μὲν ἐπὶ τὰς ἐν τῇ μήτρᾳ
17. διαθέσεις ἀναφέροντες τὸν λόγον, ὡς οὐδὲν ἧττον, ἁπασῶν
1. αὐτῶν, τῆς προειρημένης τὰς καρηβαρίας τε καὶ κατὰ
2. τὸ βρέγμα μάλιστα γινομένας ὀδύνας ἑπομένας ἐχουσῶν.
3. ἔνιοι δ’ ἐπὶ τὰς τῆς κεφαλῆς διαθέσεις ἀναφέρουσι τὸν λόγον,
4. ὡς εἰ καὶ οὕτως ἔγραψεν. ὅσαις ἀπὸ φθορῆς καὶ οἰδημάτων
5. ἐς καρηβαρίαν τρέπεται, κατὰ τὸ βρέγμα εἰσὶν
6. ὀδύναι καὶ ἄλλαι δὲ τῆς κεφαλῆς διαθέσεις αἱ ἀπὸ ὑστερῶν
7. γινόμεναι κατὰ τὸ βρέγμα μάλιστα διασημαίνουσιν.
8. ἄλλας διαθέσεις ἀκούσωμεν τὰς ἀναλόγους τῇ καρηβαρίᾳ,
9. καλοῦσι δὲ τὰς μέν τινας αὐτῶν κεφαλαίας, τὰς δὲ ἡμικρανίας,
10. τὰς δὲ κεφαλαλγίας ἁπλῶς.

Cliquer un n° de page pour en afficher l’image