15. Λύσειε δ’ ἂν καὶ αἷμα ῥυὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν
16. ἐπιφαίνεται.
1. Ὅτι μὲν αἷμα ῥυὲν πᾶσι τοῖς τοιούτοις ὠφέλιμόν ἐστι,
2. πολλάκις ἤδη μεμαθήκαμεν. ἐπὶ δὲ τῶν νηπίων, ὑπὲρ ὧν
3. διαλέγεται τὴν ἀρχὴν, οὐδὲ ἐπιφαίνεται τὸ αἷμα πλὴν εἴ
4. που σπανίως. διὸ καὶ προσέθηκεν αὐτὸς, μᾶλλον δὲ τοῖσι
5. τελειοτέροισιν ἐπιφαίνεται, τουτέστι τοῖς ἐπὶ πλέον ηὐξημένοις.
6. τίνα δ’ ἔτι πάθη τὰ δι’ ὧν εἶπεν ἀποστάσεών τε
7. καὶ αἱμοῤῥαγιῶν καὶ ἑλκυδρίων κρινόμενα τοῖς νηπίοις, οὐ
8. πάνυ σαφῶς ἐδήλωσεν. ἡ γὰρ ἀρχὴ τῆς ῥήσεως ἦν, νηπίοισι
9. βηχίον σὺν γαστρὸς ταραχῇ καὶ
10. πυρετῷ συνεχεῖ. δύναται δὲ καὶ τῶν κατὰ τὸ πλευρόν τε
11. καὶ πνεύμονα καὶ τῶν καθ’ ἧπάρ τε καὶ γαστέρα δι’ ὧν
12. εἶπε συμπτωμάτων δηλοῦσθαι.