11. Οἷσι περιτείνεται βλέφαρον, κακόν.
13. Ἡ αὐτὴ διάθεσις ἐργάζεται τὸ τοιοῦτον βλέφαρον τῇ
14. κατὰ τὸ προγνωστικὸν εἰρημένῃ. δέρμα τὸ περὶ τὸ μέτωπον
15. σκληρὸν καὶ περιτεταμένον. ὅτι δὲ ἐπὶ τῶν ὀξέων νοσημάτων
16. λέλεκται καὶ τοῦτο καὶ τἄλλα τὰ ἐφεξῆς αὐτοῦ,
17. κατὰ τὸ προγνωστικὸν ὑπ’ αὐτοῦ δεδήλωται καὶ κατὰ τήνδε
1. τὴν ῥῆσιν εἰπόντος, δάκρυον ἐν τοῖς ὀξέσι τῶν φλαύρως
2. ἐχόντων ἑκόντων μὲν χρηστὸν, ἀκόντων δὲ παραῤῥέον κακόν.