8. Καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν.
10. Ὅταν ὁ ἐπιπεφυκὼς ὑμὴν τοῖς κινοῦσι τὸν ὀφθαλμὸν
11. μυσὶν, ὁ μέχρι τῆς στεφάνης ἐκτεινόμενος, ἔκλυτος καὶ χαλαρὸς
12. γένηται, ῥυτιδοῦσθαι συμβαίνει τοὺς ὀφθαλμοὺς ἔσωθεν.
13. εἰ γὰρ ἔξωθεν ῥυτιδωθεῖεν, εἴη ἂν οὕτω γε τοῦ δέρματος
14. τὸ πάθος. ὅτι δὲ ἀσθενείας καὶ καταψύξεώς ἐστι
15. σημεῖον τὸ τοιοῦτον δηλοῖ καὶ τὸ συμβαῖνον ἐπὶ τῶν πάνυ
16. γερόντων· ὁρῶνται γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ ῥυτιδούμενοι.