2. Οἱ πεπηγότες καὶ οἱ μόγις στρεφόμενοι καὶ οἱ
3. ἐνδεδινημένοι.
5. Περὶ τῶν ὀφθαλμῶν καὶ ταῦτα διῆλθεν. οἱ μὲν γὰρ
6. πεπηγότες, ὅπερ ἐστὶν ἀκίνητοι, τελειοτάτην ἐνδείκνυνται
7. νέκρωσιν τῆς κατὰ τοὺς μῦς δυνάμεως, ὑφ’ ἧς ἐκινοῦντο
8. πρόσθεν ὅτ’ εἶχον κατὰ φύσιν. οἱ δὲ μόγις στρεφόμενοι
9. πλησίον ἥκουσι τῆς τοιαύτης διαθέσεως. οἱ δὲ ἐνδεδινημένοι
10. παραφροσύνην ἢ τρόμον ἐνδείκνυνται τῶν
11. τὸν ὀφθαλμὸν κινούντων μυῶν. γίνεται δὲ τὰ τοιαῦτα πάντα
12. ἐν ὀξέσι νοσήμασι κινδυνώδεσι διὰ τὴν τῆς ἀρχῆς κάκωσιν.